φυτός
φυτός, shaped by nature, without art
| Masculine | Neuter | |
|---|---|---|
| Nominative | – | φυτόν |
| Genitive | – | – |
| Dative | – | – |
| Accusative | φυτόν | φυτόν, φυτὸν |
| Vocative | – | – |
| Neuter | |
|---|---|
| Nominative | φυτά |
| Genitive | φυτῶν |
| Dative | φυτοῖς, φυτοῖσιν |
| Accusative | φυτὰ |
| Vocative | – |
-
…Ἀδρήστοιο δʼ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς, πολλὰ δέ οἱ πρόβατʼ ἔσκε · κέκαστο δὲ πάντας Ἀχαιοὺς ἐγχείῃ · τὰ δὲ μέλλετʼ ἀκουέμεν…
Homer, Iliad
-
…ἕρκος ᾤχοντʼ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε. τὸν δʼ οἶον πατέρʼ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ, λιστρεύοντα φυτόν · ῥυπόωντα δὲ ἕστο χιτῶνα ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων, χειρῖδάς…
Homer, Odyssey
-
…λιασθεὶς φεῦγʼ, ὃ δʼ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ. ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων · τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες…
Homer, Iliad
-
…ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε ἔξοχον ἡρώων · ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος · τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω Τρωσὶ μαχησόμενον · τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις οἴκαδε νοστήσαντα δόμον Πηλήϊον…
Homer, Iliad
-
…σωρὸν ἀμᾶται · τῇ δʼ ἱστὸν στήσαιτο γυνὴ προβάλοιτό τε ἔργον. Μηνὸς δʼ ἱσταμένου τρισκαιδεκάτην ἀλέασθαι σπέρματος ἄρξασθαι · φυτὰ δʼ ἐνθρέψασθαι ἀρίστη. ἕκτη δʼ ἡ μέσση μάλʼ ἀσύμφορός ἐστι φυτοῖσιν, ἀνδρογόνος δʼ ἀγαθή · κούρῃ δʼ οὐ…
Hesiod, Works and Days