ὑμέτερος
ὑμέτερος, ὑμέτερος, ὑμετέρᾱ, ὑμέτερον, your; (as a substantive) yours
Parsed as:
✓ possessive pronoun masculine nominative singular of ὑμέτερος
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | ὑμέτερος | ὑμετέρα | ὑμέτερον |
| Genitive | ὑμετέρου | ὑμετέρας, ὑμετέρης | ὑμετέρου |
| Dative | ὑμετέρῳ | ὑμετέρᾳ, ὑμετέρῃ | ὑμετέρῳ |
| Accusative | ὑμέτερον | ὑμετέραν, ὑμετέρην | ὑμέτερον |
| Vocative | – | – | – |
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | ὑμέτεροι | ὑμέτεραι | – |
| Genitive | ὑμετέρων | ὑμετεράων, ὑμετέρων | ὑμετέρων |
| Dative | ὑμετέροις, ὑμετέροισι | ὑμετέραις, ὑμετέρῃσιν | ὑμετέροις, ὑμετέροισιν |
| Accusative | ὑμετέρους | ὑμετέρας | ὑμέτερʼ, ὑμέτερα, ὑμέτερά |
| Vocative | – | – | – |
-
…τραπέσθαι, καὶ τοιαῦτα λέγοντες οὐ τοιαῦτα ποιεῖν ἐτόλμων, ὡς ἐγὼ περὶ τῶν ἐμαυτοῦ πρῶτον εἰπὼν καὶ περὶ τῶν ὑμετέρων ἀναμνῆσαι πειράσομαι. Θέογνις γὰρ καὶ Πείσων ἔλεγον ἐν τοῖς τριάκοντα περὶ τῶν μετοίκων, ὡς εἶέν τινες τῇ πολιτείᾳ…
Lysias, Speeches
-
…ὅτι δὴ ἐγὼ ἰδίᾳ μὲν ταῦτα συμβουλεύω περιιὼν καὶ πολυπραγμονῶ, δημοσίᾳ δὲ οὐ τολμῶ ἀναβαίνων εἰς τὸ πλῆθος τὸ ὑμέτερον συμβουλεύειν τῇ πόλει. τούτου δὲ αἴτιόν ἐστιν ὃ ὑμεῖς ἐμοῦ πολλάκις ἀκηκόατε πολλαχοῦ λέγοντος, ὅτι μοι θεῖόν τι…
Plato, Apology
-
…ἀπέκτειναν ὅσους τῶν πολιτῶν, ἢ ναῦς ὅπου τοσαύτας ὅσας αὐτοὶ παρέδοσαν, ἢ πόλιν ἥντινα τοιαύτην προσεκτήσαντο οἵαν τὴν ὑμετέραν κατεδουλώσαντο. ἀλλὰ γὰρ ὅπλα τῶν πολεμίων ; τοσαῦτα ; ἐσκύλευσαν ὅσα περ ὑμῶν ἀφείλοντο, ἀλλὰ τείχη τοιαῦτα εἷλον…
Lysias, Speeches
-
…ἐκκλησίαν τὴν περὶ τῆς εἰρήνης γενέσθαι, τούτους πρῶτον εἰς διαβολὰς καὶ κινδύνους καταστῆσαι, ἵνα μηδεὶς ἐκεῖ ὑπὲρ τοῦ ὑμετέρου πλήθους ἀντιλέγοι. ἐπιβουλὴν οὖν τοιαύτην ἐπιβουλεύουσι. πείθουσι γὰρ Ἀγόρατον τουτονὶ μηνυτὴν κατὰ τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων γενέσθαι…
Lysias, Speeches
-
…ἀνθρωπίνῳ ἔοικε τὸ ἐμὲ τῶν μὲν ἐμαυτοῦ πάντων ἠμεληκέναι καὶ ἀνέχεσθαι τῶν οἰκείων ἀμελουμένων τοσαῦτα ἤδη ἔτη, τὸ δὲ ὑμέτερον πράττειν ἀεί, ἰδίᾳ ἑκάστῳ προσιόντα ὥσπερ πατέρα ἢ ἀδελφὸν πρεσβύτερον πείθοντα ἐπιμελεῖσθαι ἀρετῆς. καὶ εἰ μέν τι ἀπὸ…
Plato, Apology