Αἰήτα
Αἰήτης, Aeetes, son of Helius and Perse
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Αἰήτης | – | – |
| Genitive | Αἰήταο, Αἰήτεω, Αἰήτου | – | – |
| Dative | – | – | – |
| Accusative | Αἰήτην | – | – |
| Vocative | – | – | – |
-
…ἐν ἀθανάτοισιν ἀνύσσας ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα. ἠελίῳ δʼ ἀκάμαντι τέκεν κλυτὸς Ὠκεανίνη Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα. Αἰήτης δʼ υἱὸς φαεσιμβρότου Ἠελίοιο κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον. ἣ δή οἱ…
Hesiod, Theogony
-
…ἐνὶ νηοῖς νηοπόλον νύχιον ποιήσατο, δαίμονα δῖον. κούρην δʼ Αἰήταο διοτρεφέος βασιλῆος Αἰσονίδης βουλῇσι θεῶν αἰειγενετάων ἦγε παρʼ Αἰήτεω, τελέσας στονόεντας ἀέθλους, τοὺς πολλοὺς ἐπέτελλε μέγας βασιλεὺς ὑπερήνωρ, ὑβριστὴς Πελίης καὶ ἀτάσθαλος ὀβριμοεργός. τοὺς τελέσας…
Hesiod, Theogony
-
…ἑταίρους. Αἰαίην δʼ ἐς νῆσον ἀφικόμεθʼ · ἔνθα δʼ ἔναιε Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα, αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο · ἄμφω δʼ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο μητρός τʼ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα. ἔνθα δʼ ἐπʼ ἀκτῆς…
Homer, Odyssey
-
…φάτις Ἠελίοιο ἔμμεναι · Ἠλείοισι δʼ ὅγʼ ἀνδράσιν ἐμβασίλευεν, ὄλβῳ κυδιόων · μέγα δʼ ἵετο Κολχίδα γαῖαν αὐτόν τʼ Αἰήτην ἰδέειν σημάντορα Κόλχων. Ἀστέριος δὲ καὶ Ἀμφίων Ὑπερασίου υἷες Πελλήνης ἀφίκανον Ἀχαιίδος, ἥν ποτε Πέλλης πατροπάτωρ ἐπόλισσεν ἐπʼ…
Apollonius Rhodius, Argonautica
-
…αὐτοῖς, καὶ δοκοίη κράτιστον εἶναι πλεῖν εἰς Φᾶσιν, ἐπεὶ πλοῖα ἔστι, καὶ κατασχεῖν τὴν Φασιανῶν χώραν. Αἰήτου δὲ ὑιδοῦς ἐτύγχανε βασιλεύων αὐτῶν. Ξενοφῶν δὲ ἀπεκρίνατο ὅτι οὐδὲν ἂν τούτων εἴποι εἰς τὴν στρατιάν · ὑμεῖς δὲ…
Xenophon, Anabasis