Δῆλόν
Δῆλος, Delos
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Δῆλος | – | – |
| Genitive | Δήλοιο, Δήλου, Δάλου | – | – |
| Dative | Δήλῳ | – | – |
| Accusative | Δῆλον, Δῆλόν | – | – |
| Vocative | Δῆλʼ | – | – |
-
…καὶ αὐτὸς ἐσώθη. τῷ οὖν Ἀπόλλωνι ηὔξαντο ὡς λέγεται τότε, εἰ σωθεῖεν, ἑκάστου ἔτους θεωρίαν ἀπάξειν εἰς Δῆλον · ἣν δὴ ἀεὶ καὶ νῦν ἔτι ἐξ ἐκείνου κατʼ ἐνιαυτὸν τῷ θεῷ πέμπουσιν. ἐπειδὰν οὖν ἄρξωνται τῆς θεωρίας…
Plato, Phaedo
-
…τότε πρῳαίτερον συνελέγημεν · τῇ γὰρ προτεραίᾳ ἡμέρᾳ ἐπειδὴ ἐξήλθομεν ἐκ τοῦ δεσμωτηρίου ἑσπέρας, ἐπυθόμεθα ὅτι τὸ πλοῖον ἐκ Δήλου ἀφιγμένον εἴη. παρηγγείλαμεν οὖν ἀλλήλοις ἥκειν ὡς πρῳαίτατα εἰς τὸ εἰωθός. καὶ ἥκομεν καὶ ἡμῖν ἐξελθὼν ὁ θυρωρός…
Plato, Phaedo
-
…θεωρίας, νόμος ἐστὶν αὐτοῖς ἐν τῷ χρόνῳ τούτῳ καθαρεύειν τὴν πόλιν καὶ δημοσίᾳ μηδένα ἀποκτεινύναι, πρὶν ἂν εἰς Δῆλόν τε ἀφίκηται τὸ πλοῖον καὶ πάλιν δεῦρο · τοῦτο δʼ ἐνίοτε ἐν πολλῷ χρόνῳ γίγνεται, ὅταν τύχωσιν ἄνεμοι ἀπολαβόντες…
Plato, Phaedo
-
…αὐτῷ, ὦ Ἐχέκρατες, συνέβη · ἔτυχεν γὰρ τῇ προτεραίᾳ τῆς δίκης ἡ πρύμνα ἐστεμμένη τοῦ πλοίου ὃ εἰς Δῆλον Ἀθηναῖοι πέμπουσιν. τοῦτο δὲ δὴ τί ἐστιν ; τοῦτʼ ἔστι τὸ πλοῖον, ὥς φασιν Ἀθηναῖοι, ἐν ᾧ…
Plato, Phaedo
-
…ἐγώ, ὡς ἐμοὶ δοκῶ, ἐν τοῖς βαρύτατʼ ἂν ἐνέγκαιμι. τίνα ταύτην ; ἢ τὸ πλοῖον ἀφῖκται ἐκ Δήλου, οὗ δεῖ ἀφικομένου τεθνάναι με ; οὔτοι δὴ ἀφῖκται, ἀλλὰ δοκεῖν μέν μοι ἥξει τήμερον ἐξ ὧν ἀπαγγέλλουσιν…
Plato, Crito