Εὔριπος
Εὔριπος, Euripos, the strait between Euoea and Boeotia, where the currents are strong
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | – | – | – |
| Genitive | Εὐρίπου | – | – |
| Dative | Εὐρίπῳ | – | – |
| Accusative | Εὔριπον | – | – |
| Vocative | – | – | – |
-
…Μακίστου σκοπαῖς · ὁ δʼ οὔτι μέλλων οὐδʼ ἀφρασμόνως ὕπνῳ νικώμενος παρῆκεν ἀγγέλου μέρος · ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπʼ Εὐρίπου ῥοὰς Μεσσαπίου φύλαξι σημαίνει μολόν. οἱ δʼ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί. σθένουσα λαμπὰς…
Aeschylus, Agamemnon
-
…στῆς δʼ ἐπὶ Ληλάντῳ πεδίῳ · τό τοι οὐχ ἅδε θυμῷ τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα. ἔνθεν δʼ Εὔριπον διαβάς, ἑκατηβόλʼ Ἄπολλον, βῆς ἀνʼ ὄρος ζάθεον, χλωρόν · τάχα δʼ ἷξες ἀπʼ αὐτοῦ ἐς Μυκαλησσὸν ἰὼν…
NA, Homeric Hymns
-
…τριάκοντα γενόμενος ἐν δυνάμει κακῶς ἐποίησα πολλοὺς τῶν πολιτῶν ; ἀλλὰ μετὰ τοῦ ὑμετέρου πλήθους ἔφυγον εἰς Χαλκίδα τὴν ἐπʼ Εὐρίπῳ, καὶ ἐξόν μοι μετʼ ἐκείνων ἀδεῶς πολιτεύεσθαι, μεθʼ ὑμῶν εἱλόμην κινδυνεύειν ἀπελθών. μὴ τοίνυν, ὦ βουλή…
Lysias, Speeches
-
…ὅτι οὔτε τῶν πραγμάτων οὐδενὸς οὐδὲν ὑγιὲς οὐδὲ βέβαιον οὔτε τῶν λόγων, ἀλλὰ πάντα τὰ ὄντα ἀτεχνῶς ὥσπερ ἐν Εὐρίπῳ ἄνω κάτω στρέφεται καὶ χρόνον οὐδένα ἐν οὐδενὶ μένει. πάνυ μὲν οὖν, ἔφην ἐγώ, ἀληθῆ λέγεις .…
Plato, Phaedo
-
…τούτου ἀκλεῶς, ἐνθαῦτα Ἀθηναῖοι τίνυσθαι βουλόμενοι πρῶτα στρατηίην ποιεῦνται ἐπὶ Χαλκιδέας. Βοιωτοὶ δὲ τοῖσι Χαλκιδεῦσι βοηθέουσι ἐπὶ τὸν Εὔριπον. Ἀθηναίοισι δὲ ἰδοῦσι τοὺς Βοιωτοὺς ἔδοξε πρότερον τοῖσι Βοιωτοῖσι ἢ τοῖσι Χαλκιδεῦσι ἐπιχειρέειν. συμβάλλουσί τε δὴ τοῖσι Βοιωτοῖσι…
Herodotus, The Histories