Θάνατον
θάνατος, θάνατος, θανάτου, ὁ, death
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | θάνατος, θάνατός, Θάνατος | – | θάνατοι |
| Genitive | θανάτοιο, θανάτοιό, Θανάτοιο, θανάτου | – | θανάτων |
| Dative | θανάτῳ, Θανάτῳ | – | θανάτοις, θανάτοισι |
| Accusative | θάνατον, θάνατόν, Θάνατον | – | θανάτους |
| Vocative | Θάνατε | – | – |
-
…ταῦτα διενοοῦντο · οἱ δʼ ἡμέτεροι πρόγονοι οὐ λογισμῷ εἰδότες τοὺς ἐν τῷ πολέμῳ κινδύνους, ἀλλὰ νομίζοντες τὸν εὐκλεᾶ θάνατον ἀθάνατον περὶ τῶν ἀγαθῶν καταλείπειν λόγον, οὐκ ἐφοβήθησαν τὸ πλῆθος τῶν ἐναντίων, ἀλλὰ τῇ αὑτῶν ἀρετῇ μᾶλλον ἐπίστευσαν…
Lysias, Speeches
-
…τῆς νομιζομένης εἴασαν τυχεῖν, ἡγούμενοι τὴν αὑτῶν ἀρχὴν βεβαιοτέραν εἶναι τῆς παρὰ τῶν θεῶν τιμωρίας. ὅσοι δὲ τὸν θάνατον διέφυγον, πολλαχοῦ κινδυνεύσαντες καὶ εἰς πολλὰς πόλεις πλανηθέντες καὶ πανταχόθεν ἐκκηρυττόμενοι, ἐνδεεῖς ὄντες τῶν ἐπιτηδείων, οἱ μὲν…
Lysias, Speeches
-
…, ὦ ἄνδρες δικασταί, ἠξίουν ἱκανὰ εἶναι τὰ κατηγορημένα · μέχρι γὰρ τούτου νομίζω χρῆναι κατηγορεῖν, ἕως ἂν θανάτου δόξῃ τῷ φεύγοντι ἄξια εἰργάσθαι. ταύτην γὰρ ἐσχάτην δίκην δυνάμεθα παρʼ αὐτῶν λαβεῖν. ὥστʼ οὐκ οἶδʼ ὅ τι…
Lysias, Speeches
-
…, κἂν ὦφλε χιλίας δραχμάς, οὐ μεταλαβὼν τὸ πέμπτον μέρος τῶν ψήφων. τιμᾶται δʼ οὖν μοι ὁ ἀνὴρ θανάτου. εἶεν · ἐγὼ δὲ δὴ τίνος ὑμῖν ἀντιτιμήσομαι, ὦ ἄνδρες Ἀθηναῖοι ; ἢ δῆλον ὅτι τῆς ἀξίας ;…
Plato, Apology
-
…μοι παρʼ ὑμῖν καὶ ἐκ τῶν ἄλλων ἐπιδεῖξαι τὴν τούτου πονηρίαν, ἵνα ἠπίστασθε ὅτι πολὺ ἂν δικαιότερον αὐτὸς περὶ θανάτου ἠγωνίζετο ἢ ἑτέρους ὑπὲρ τῆς πατρίδος εἰς κίνδυνον καθίστη. τὰ μὲν οὖν ἄλλα ἐάσω · ὃ δʼ ἡγοῦμαι ὑμῖν…
Lysias, Speeches