Μεσσάνας
Μεσσήνη, Messene
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Μεσσήνη | – | – |
| Genitive | Μεσσήνης | – | – |
| Dative | Μεσσήνῃ | – | – |
| Accusative | Μεσσήνην | – | – |
| Vocative | – | – | – |
-
…ὑφʼ αὑτοὺς ποιήσονται τὴν Σικελίαν, μὴ τυχόντων ἐπικουρίας τῶν Μαμερτίνων, προφανὲς ἦν. κρατήσαντες γὰρ ἐγχειριζομένης αὐτοῖς τῆς Μεσσήνης ἔμελλον ἐν ὀλίγῳ χρόνῳ τὰς Συρακούσας ἐπανελέσθαι διὰ τὸ πάσης σχεδὸν δεσπόζειν τῆς ἄλλης Σικελίας. ὃ προορώμενοι Ῥωμαῖοι καὶ…
Polybius, Histories
-
…ἔνεσαν στονόεντες ὀϊστοί, δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι. τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε…
Homer, Odyssey
-
…δὲ χώραν καὶ τὴν πόλιν παραχρῆμα τοῖς Ῥηγίνοις ἀπέδοσαν. Οἱ δὲ Μαμερτῖνοι τοῦτο γὰρ τοὔνομα κυριεύσαντες οἱ Καμπανοὶ τῆς Μεσσήνης προσηγόρευσαν σφᾶς αὐτούς ἕως μὲν συνεχρῶντο τῇ τῶν Ῥωμαίων συμμαχίᾳ τῶν τὸ Ῥήγιον κατασχόντων, οὐ μόνον τῆς ἑαυτῶν πόλεως…
Polybius, Histories
-
…Ῥήγιον Ῥωμαίους. Ἴδιον γάρ τι συνέβη καὶ παραπλήσιον ἑκατέραις ταῖς περὶ τὸν πορθμὸν ἐκτισμέναις πόλεσιν · εἰσὶ δʼ αὗται Μεσσήνη καὶ Ῥήγιον. Μεσσήνην μὲν γὰρ οὐ πολλοῖς ἀνώτερον χρόνοις τῶν νῦν λεγομένων καιρῶν Καμπανοὶ παρʼ Ἀγαθοκλεῖ μισθοφοροῦντες καὶ πάλαι…
Polybius, Histories
-
…θυγατέρα τοῦ προειρημένου καὶ συνθεωρῶν τοὺς ἀρχαίους μισθοφόρους καχέκτας ὄντας καὶ κινητικοὺς ἐξάγει στρατείαν ὡς ἐπὶ τοὺς βαρβάρους τοὺς τὴν Μεσσήνην κατασχόντας. ἀντιστρατοπεδεύσας δὲ περὶ Κεντόριπα καὶ παραταξάμενος περὶ τὸν Κυαμόσωρον ποταμὸν τοὺς μὲν πολιτικοὺς ἱππεῖς καὶ πεζοὺς αὐτὸς ἐν…
Polybius, Histories