Περσᾶν
Πέρσης, a Persian; Perses (pr.n.)
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Πέρσας, Πέρσης | – | Πέρσαι |
| Genitive | Πέρσεω, Πέρσου | – | Περσᾶν, Περσέων, Περσῶν |
| Dative | Πέρσῃ | – | Πέρσαις, Πέρσῃσι |
| Accusative | Πέρσην | – | Πέρσας |
| Vocative | Πέρσα, Πέρση | – | Πέρσαι |
-
…δʼ ἄνθος οἴχεται πεσόν. ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά · ὅμως δʼ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος, Πέρσαι · στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων. ἄνιʼ ἄνια κακὰ νεόκοτα καὶ δάιʼ ·. αἰαῖ, διαίνεσθε, Πέρσαι…
Aeschylus, Persians
-
…μὲν αὐτῶν ὁ Κῦρος συνάλισε καὶ ἀνέπεισε ἀπίστασθαι ἀπὸ Μήδων. ἔστι δὲ τάδε, ἐξ ὧν ὧλλοι πάντες ἀρτέαται Πέρσαι, Πασαργάδαι Μαράφιοι Μάσπιοι. τούτων Πασαργάδαι εἰσὶ ἄριστοι, ἐν τοῖσι καὶ Ἀχαιμενίδαι εἰσὶ φρήτρη, ἔνθεν οἱ βασιλέες…
Herodotus, The Histories
-
…καὶ ἄνευ ταύτης τῆς ὑποθήκης βασιλεῦσαι ἂν Ξέρξης · ἡ γὰρ Ἄτοσσα εἶχε τὸ πᾶν κράτος. ἀποδέξας δὲ βασιλέα Πέρσῃσι Ξέρξεα Δαρεῖος ὁρμᾶτο στρατεύεσθαι. ἀλλὰ γὰρ μετὰ ταῦτά τε καὶ Αἰγύπτου ἀπόστασιν τῷ ὑστέρῳ ἔτεϊ παρασκευαζόμενον συνήνεικε αὐτὸν Δαρεῖον…
Herodotus, The Histories
-
…, βασιλεύσας τὰ πάντα ἑνὸς δέοντα τριήκοντα ἔτεα. ἀσκὸν δὲ πλήσασα αἵματος ἀνθρωπηίου Τόμυρις ἐδίζητο ἐν τοῖσι τεθνεῶσι τῶν Περσέων τὸν Κύρου νέκυν, ὡς δὲ εὗρε, ἐναπῆκε αὐτοῦ τὴν κεφαλὴν ἐς τὸν ἀσκόν, λυμαινομένη δὲ τῷ νεκρῷ…
Herodotus, The Histories
-
…σηκόν · ἀμπέλου δέ νιν πέριξ ἐγὼ ʼκάλυψα βοτρυώδει χλόῃ. λιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύας Φρυγῶν τε, Περσῶν θʼ ἡλιοβλήτους πλάκας Βάκτριά τε τείχη τήν τε δύσχιμον χθόνα Μήδων ἐπελθὼν Ἀραβίαν τʼ εὐδαίμονα Ἀσίαν τε πᾶσαν, ἣ…
Euripides, Bacchae