κεραυνὸς
κεραυνός, a thunderbolt
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | κεραυνός, κεραυνὸς | – | κεραυνοί, κεραυνοὶ |
| Genitive | κεραυνοῦ | – | κεραυνῶν |
| Dative | κεραυνῷ | – | – |
| Accusative | κεραυνόν, κεραυνὸν | – | κεραυνοὺς |
| Vocative | – | – | – |
-
…δὲ πόντος ὑπʼ αὐτῆς. Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν · ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ, ἐν δὲ θεείου πλῆτο · πέσον δʼ ἐκ νηὸς ἅπαντες. οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν κύμασιν…
Homer, Odyssey
-
…οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν · ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι · ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν · ὥς θʼ…
Homer, Odyssey
-
…χθόνα. κἀγὼ πέποιθα Ζηνί, καὶ τί δεῖ λέγειν ; καὶ κλῇδας οἶδα δώματος μόνη θεῶν, ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος · ἀλλʼ οὐδὲν αὐτοῦ δεῖ · σὺ δʼ εὐπιθὴς ἐμοὶ γλώσσης ματαίας μὴ ʼκβάλῃς ἔπη χθονί, καρπὸν…
Aeschylus, Eumenides
-
…, μίγη φιλότητι καὶ εὐνῇ νειῷ ἔνι τριπόλῳ · οὐδὲ δὴν ἦεν ἄπυστος Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ. ὥς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι. τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος…
Homer, Odyssey
-
…ὑπὸ δεσμῶν Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν · οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων, δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν καὶ στεροπήν · τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει · τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει. κούρην δʼ Ἰαπετὸς…
Hesiod, Theogony