κοινωνίαν
κοινωνία, communion, association, partnership, fellowship
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | κοινωνία | – | κοινωνίαι |
| Genitive | κοινωνίας | – | – |
| Dative | κοινωνίᾳ | – | – |
| Accusative | κοινωνίαν | – | κοινωνίας |
| Vocative | – | – | – |
-
…πλίνθων καὶ λίθων θέσιν ὁ δίκαιος χρησιμώτερός τε καὶ ἀμείνων κοινωνὸς τοῦ οἰκοδομικοῦ ; οὐδαμῶς. ἀλλʼ εἰς τίνα δὴ κοινωνίαν ὁ δίκαιος ἀμείνων κοινωνὸς τοῦ οἰκοδομικοῦ τε καὶ κιθαριστικοῦ, ὥσπερ ὁ κιθαριστικὸς τοῦ δικαίου εἰς κρουμάτων ; εἰς ἀργυρίου…
Plato, Republic
-
…τοῖς πρὸς ἀλλήλους συμβολαίοις, ὅπου ἂν ὁ τοιοῦτος τῷ τοιούτῳ κοινωνήσῃ, οὐδαμοῦ ἂν εὕροις ἐν τῇ διαλύσει τῆς κοινωνίας πλέον ἔχοντα τὸν δίκαιον τοῦ ἀδίκου ἀλλʼ ἔλαττον · ἔπειτα ἐν τοῖς πρὸς τὴν πόλιν, ὅταν τέ τινες εἰσφοραὶ…
Plato, Republic
-
…πόλεις ὥστʼ ἄχρι τῆς τήμερον ἡμέρας οὐδὲν οὔτε τῶν συμφερόντων οὔτε τῶν δεόντων πρᾶξαι δυνάμεθα, οὐδὲ συστῆναι, οὐδὲ κοινωνίαν βοηθείας καὶ φιλίας οὐδεμίαν ποιήσασθαι, ἀλλὰ μείζω γιγνόμενον τὸν ἄνθρωπον περιορῶμεν, τὸν χρόνον κερδᾶναι τοῦτον ὃν ἄλλος ἀπόλλυται…
Demosthenes, Speeches
-
…ἐσομένας, ἕως δέ εἰσιν ἐν σώματι θνητῷ δεδεμέναι καὶ τῶν τούτου κακῶν συναναπίμπλανται, τἀληθέστατον εἰπεῖν, τεθνήκασι · κοινωνία γὰρ θείῳ πρὸς θνητὸν ἀπρεπής ἐστι. μέγα μὲν οὖν δύναται ψυχὴ καὶ σώματι συνδεδεμένη · ποιεῖ γὰρ αὐτῆς ὄργανον…
Flavius Josephus, Jewish War
-
…ὡς λέγουσʼ, Ἐχίονι. τίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῷ πόσει ; Πενθεύς, ἐμῇ τε καὶ πατρὸς κοινωνίᾳ. τίνος πρόσωπον δῆτʼ ἐν ἀγκάλαις ἔχεις ; λέοντος, ὥς γʼ ἔφασκον αἱ θηρώμεναι. σκέψαι νυν ὀρθῶς ·…
Euripides, Bacchae