κἠξαπίνας
ἐξαίφνης, ἐξαίφνης, suddenly (adverb)
Other forms of ἐξαίφνης: ἐξαίφνας, ἐξαίφνης, ἐξάπινα, ἐξαπίνης, κἠξαπίνας
-
…σεῦεν κύνας ἄλλυδις ἄλλον πυκνῇσιν λιθάδεσσιν · ὁ δὲ προσέειπεν ἄνακτα · ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας. καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε · ἀντιθέου γὰρ…
Homer, Odyssey
-
…αὐτὸν ἐκ τοῦ παρεόντος κακοῦ. τὸν μὲν δακρύοντα ἐπικαλέεσθαι τὸν θεόν, ἐκ δὲ αἰθρίης τε καὶ νηνεμίης συνδραμεῖν ἐξαπίνης νέφεα καὶ χειμῶνά τε καταρραγῆναι καὶ ὗσαι ὕδατι λαβροτάτῳ, κατασβεσθῆναί τε τὴν πυρήν. οὕτω δὴ μαθόντα τὸν Κῦρον…
Herodotus, The Histories
-
…εἰ δέ τις καὶ προύκαμνέ τι, ἐς τοῦτο πάντα ἀπεκρίθη. τοὺς δὲ ἄλλους ἀπʼ οὐδεμιᾶς προφάσεως, ἀλλʼ ἐξαίφνης ὑγιεῖς ὄντας πρῶτον μὲν τῆς κεφαλῆς θέρμαι ἰσχυραὶ καὶ τῶν ὀφθαλμῶν ἐρυθήματα καὶ φλόγωσις ἐλάμβανε, καὶ τὰ ἐντός ,…
Thucydides, The Peloponnesian War
-
…, καλὸν τηλεθάον · τὸ δέ τε πνοιαὶ δονέουσι παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ · ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσσʼ ἐπὶ γαίῃ · τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον Ἀτρεΐδης Μενέλαος ἐπεὶ…
Homer, Iliad
-
…. ποῖός τις ὦδελφίδιον ; οὐκ ἔχω φράσαι. ὅμως γε μέντοι σοι διʼ αἰνιγμῶν ἐρῶ. ἤδη ποτʼ ἐπεθύμησας ἐξαίφνης ἔτνους ; ἔτνους ; βαβαιάξ, μυριάκις γʼ ἐν τῷ βίῳ. ἆρʼ ἐκδιδάσκω τὸ σαφὲς ἢ ʼτέρᾳ φράσω ;…
Aristophanes, Frogs