μάστιξί
μάστιξ, a whip, scourge
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | μάστιξ | – | μάστιγες |
| Genitive | μάστιγος | – | μαστίγων |
| Dative | μάστι, μάστιγι | – | μάστιξιν |
| Accusative | μάστιγʼ, μάστιγα, μάστιν | – | μάστιγας |
| Vocative | – | – | – |
-
…εἷσεν ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο, ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι. οἳ δʼ ἅμα πάντες ἐφʼ ἵπποιιν μάστιγας ἄειραν, πέπληγόν θʼ ἱμᾶσιν, ὁμόκλησάν τʼ ἐπέεσσιν ἐσσυμένως · οἳ δʼ ὦκα διέπρησσον πεδίοιο νόσφι νεῶν ταχέως ·…
Homer, Iliad
-
…ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν. ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇ ἡμιόνους · αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα. αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν…
Homer, Odyssey
-
…πλατεῖς οὐδʼ εὐρύνωτοι φῶτες ἀσφαλέστατοι, ἀλλʼ οἱ φρονοῦντες εὖ κρατοῦσι πανταχοῦ. μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται. καὶ σοὶ προσέρπον τοῦτʼ ἐγὼ τὸ φάρμακον ὁρῶ τάχʼ, εἰ μὴ νοῦν κατακτήσει τινά…
Sophocles, Ajax
-
…προσώπῳ πτωσίμου στρατοῦ φέρῃ, πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν, πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων ἄνδρας διπλῇ μάστιγι, τὴν Ἄρης φιλεῖ, δίλογχον ἄτην, φοινίαν ξυνωρίδα · τοιῶνδε μέντοι πημάτων σεσαγμένον πρέπει λέγειν παιᾶνα τόνδʼ Ἐρινύων…
Aeschylus, Agamemnon
-
…ἐπεβήσετʼ ἀπήνης. δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον, ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν. ἡ δʼ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα, μάστιξεν δʼ ἐλάαν · καναχὴ δʼ ἦν ἡμιόνοιιν. αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ…
Homer, Odyssey