μεγάθυμον
μεγάθυμος, high-minded
| Masculine | Feminine | |
|---|---|---|
| Nominative | μεγάθυμος | μεγάθυμος |
| Genitive | μεγαθύμου | – |
| Dative | – | – |
| Accusative | μεγάθυμον | μεγάθυμον |
| Vocative | μεγάθυμε | – |
| Masculine | |
|---|---|
| Nominative | μεγάθυμοι |
| Genitive | μεγαθύμων |
| Dative | – |
| Accusative | μεγαθύμους |
| Vocative | μεγάθυμοι |
-
…ἕκαστα. οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι · οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται, πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο. ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ νῦν · ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους εἶμʼ ἔνθα χρεῖός μοι…
Homer, Odyssey
-
…ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα, γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ. Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον, αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον, ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων παντοίην φιλότητʼ · οὐδʼ ἵκετο…
Homer, Odyssey
-
…κατακτὰς γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς · αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο. οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο · Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν…
Homer, Iliad
-
…ἰδέσθαι · τοὔνεκά μιν κάλεον Σιμοείσιον · οὐδὲ τοκεῦσι θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι. πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν δεξιόν · ἀντικρὺ δὲ διʼ ὤμου χάλκεον ἔγχος ἦλθεν…
Homer, Iliad
-
…. αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα · πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε · Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας. ἀλλʼ…
Homer, Iliad