μεσηγὺ
μεσηγύ, in the middle, between
Other forms of μεσηγύ: μεσηγύ, μεσηγὺ, μεσσηγύ, μεσσηγὺ, μεσσηγύς, μεσσηγὺς, μεσηγὺς
-
…ἱστάμενος · τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω, πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν, ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι. τὸν δʼ ὡς οὖν ἐνόησʼ Εὐαίμονος ἀγλαὸς…
Homer, Iliad
-
…τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι οὐραῖαι · ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος · τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο λείπετʼ · ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο, ἀλλά…
Homer, Iliad
-
…ἕλεν ἄνδρα κορυστὴν Φραδμονίδην Ἀγέλαον · ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους · τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν · ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. τὸν δὲ μετʼ…
Homer, Iliad
-
…χάλκεος ἄξων · τὸν δʼ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι. ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης · ἔνθʼ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων λύσας ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ ἔδμεναι…
Homer, Iliad
-
…ἦ πολὺ φέρτεροί εἰσιν. οὐδʼ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει, ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει. τοῦ δʼ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ…
Homer, Iliad