νέρθεν
ἔνερθε, from beneath, up from below
Other forms of ἔνερθε: ἔνερθʼ, ἔνερθε, ἔνερθεν, νέρθε, νέρθεν
-
…δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς. Ἰδομενεὺς δʼ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ νύξε · τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε νέρθεν ὑπʼ ἐγκεφάλοιο, κέασσε δʼ ἄρʼ ὀστέα λευκά · ἐκ δʼ ἐτίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω αἵματος ὀφθαλμοί…
Homer, Iliad
-
…Τηθύν, οἵ μʼ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον δεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης · τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω · ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων…
Homer, Iliad
-
…; κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω, ; ἄρηξον, ; Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς εὐχάς, πατρῴων δωμάτων ἐπισκόπους, καὶ Γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται, θρέψασά τʼ…
Aeschylus, Libation Bearers
-
…ἀίει μου μακαρίτας ἰσοδαίμων βασιλεὺς βάρβαρʼ ἀσαφηνῆ ἱέντος τὰ παναίολʼ αἰ ανῆ δύσθροα βάγματʼ, ἢ παντάλανʼ ἄχη διαβοάσω ; νέρθεν ἆρα κλύει μου ; ἀλλὰ σύ μοι Γᾶ τε καὶ ἄλλοι χθονίων ἁγεμόνες δαίμονα μεγαυχῆ ἰόντʼ αἰνέσατʼ ἐκ δόμων ,…
Aeschylus, Persians
-
…δὲ πληγῆς ἀΐοντες ῥίμφʼ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς στείβοντες νέκυάς τε καὶ ἀσπίδας · αἵματι δʼ ἄξων νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον, ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον αἵ τʼ ἀπʼ ἐπισσώτρων .…
Homer, Iliad