οὑντὸς
ἐντός, within, inside
Parsed as:
✓ adverb of ἐντός
Other forms of ἐντός: ἐντός, ἐντὸς, ἔντοσθʼ, ἔντοσθε, ἔντοσθεν, οὑντὸς, τοὐντὸς
-
…, οὐδένα ἐτόλμησαν μεταπέμψασθαι · ταῖς δʼ αὑτῶν ψυχαῖς πιστεύσαντες καὶ τῶν ἐπιόντων καταφρονήσαντες οἱ γεραίτεροι καὶ οἱ τῆς ἡλικίας ἐντὸς γεγονότες ἠξίουν αὐτοὶ μόνοι τὸν κίνδυνον ποιήσασθαι, οἱ μὲν ἐμπειρίᾳ τὴν ἀρετήν, οἱ δὲ φύσει κεκτημένοι · καὶ…
Lysias, Speeches
-
…ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν · ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ, πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε ψάμμῳ κυανέη · τοὺς δὲ χλωρὸν δέος…
Homer, Odyssey
-
…δύο δὲ προβλῆτες ἐν αὐτῷ ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι, αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα ἔκτοθεν · ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται. αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη…
Homer, Odyssey
-
…βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην. ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦ τέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί. τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη, Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ…
Homer, Odyssey
-
…Σαλαμῖνα καὶ τεθεωρήκατε τὴν Σόλωνος εἰκόνα, καὶ αὐτοὶ μαρτυρήσαιτʼ ἂν ὅτι ἐν τῇ ἀγορᾷ τῇ Σαλαμινίων ἀνάκειται ὁ Σόλων ἐντὸς τὴν χεῖρα ἔχων. τοῦτο δʼ ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπόμνημα καὶ μίμημα τοῦ Σόλωνος σχήματος, ὃν…
Aeschines, Speeches