συμβουλία
συμβουλία, advice
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | συμβουλία | – | – |
| Genitive | – | – | – |
| Dative | – | – | – |
| Accusative | συμβουλίαν, συμβουλίην | – | συμβουλίας |
| Vocative | – | – | – |
-
…δὲ νῷ ἀπῃκασμένους τῷ πολλὰ καὶ ἄξια λόγου διαφερόντως φρονεῖν, τοὺς γέροντας, βουλεύεσθαι, καὶ ὑπηρέταις χρωμένους μετὰ συμβουλίας τοῖς νέοις, οὕτω δὴ κοινῇ σῴζειν ἀμφοτέρους ὄντως τὴν πόλιν ὅλην. πότερον οὕτω λέγομεν ἤ πως ἄλλως δεῖν…
Plato, Laws
-
…τὸν Πτολεμαῖον, ὅπως ὃν ἂν λάβῃ παραβαίνοντα τοὺς ὅρκους ἀποκτείνῃ. ὁ μὲν οὖν βασιλεὺς πολλοὺς τῶν φίλων εἰς συμβουλίαν παραλαβὼν ἐκάθισεν ἀκουσόμενος τῶν λεγόντων. οἱ δʼ ἐν τῇ Ἀλεξανδρείᾳ τυγχάνοντες Ἰουδαῖοι σφόδρα ἠγωνίων περὶ τῶν ἀνδρῶν, οἷς…
Flavius Josephus, Antiquities of the Jews
-
…· ἂν μὲν οὖν ὦσιν ἀληθεῖς, τὰ δέοντʼ ἔγνωτε, ἂν δὲ μὴ τοιαῦται, τἀναντία. τὰς δὲ συμβουλίας πιστοτέρας ὑπολαμβάνετʼ εἶναι τὰς τῶν πρέσβεων · ὡς γὰρ εἰδότων περὶ ὧν ἐπέμφθησαν ἀκούετε · οὐδὲν οὖν ἐξελέγχεσθαι δίκαιός ἐστιν…
Demosthenes, Speeches
-
…γὰρ Ἀνδρόμαχον καὶ Γέμελλον ἄνδρας ἄνωθεν φίλους αὐτῷ, καὶ πολλὰ μὲν περὶ τὰς βασιλικὰς χρείας ἔν τε πρεσβείαις καὶ συμβουλίαις ὀνήσαντας αὐτοῦ τὸν οἶκον, συμπαιδεύσαντας δὲ τοὺς υἱοὺς καὶ τί γὰρ ἢ πρῶτον παρρησίας τόπον ἐσχηκότας παρῃτήσατο τότε ,…
Flavius Josephus, Antiquities of the Jews
-
…μὲν ἐπὶ τῶν ἄλλων λόγων ψευσθέντες καθʼ ἑνὸς μόνου πράγματος οὐ τὰ κράτιστʼ ἔγνωσαν · οἱ δὲ τῆς τῶν ἐπιτηδευμάτων συμβουλίας διαμαρτόντες ἢ καταφρονήσαντες παρʼ ὅλον τὸν βίον τῆς ἑαυτῶν ἀγνωσίας ὑπομνήματʼ ἔχουσιν. τούτων μὲν οὐδὲν δεῖ σε παθεῖν ,…
Demosthenes, Speeches