τρίς
τρίς, τρίς, thrice
Other forms of τρίς: ἐστρὶς, τρίς, τρὶς
-
…καὶ ἐρόμενος προείποις αὐτῷ ὅπως μοι, ὦ ἄνθρωπε, μὴ ἐρεῖς ὅτι ἔστιν τὰ δώδεκα δὶς ἓξ μηδʼ ὅτι τρὶς τέτταρα μηδʼ ὅτι ἑξάκις δύο μηδʼ ὅτι τετράκις τρία · ὡς οὐκ ἀποδέξομαί σου ἐὰν τοιαῦτα φλυαρῇς δῆλον οἶμαί σοι…
Plato, Republic
-
…δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν, τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ, τρὶς μάκαρες δὲ κασίγνητοι · μάλα πού σφισι θυμὸς αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο, λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν .…
Homer, Odyssey
-
…εὐκόσμως στῆσε · πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε. τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων, τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ, νευρὴν ἐντανύειν διοϊστεύσειν τε…
Homer, Odyssey
-
…φύλλοισι τεθηλώς · τῷ δʼ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ. τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ δεινόν · μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν · οὐ γάρ κεν ῥύσαιτό σʼ ὑπὲκ κακοῦ…
Homer, Odyssey
-
…οὐρανὸν εὐρὺν Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δʼ ἄελλαι παντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος. τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες. ὡς δὴ ἐγώ γʼ ὄφελον…
Homer, Odyssey