φθορά
φθορά, destruction, ruin, perdition
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | φθορὰ | – | φθοραί, φθοραὶ |
| Genitive | φθορᾶς | – | – |
| Dative | φθορᾷ, φθορῇ | – | – |
| Accusative | φθοράν, φθορὰν | – | φθοράς, φθορὰς |
| Vocative | – | – | – |
-
…κρεμαστὴν αὐχένος κατείδομεν, βρόχῳ μιτώδει σινδόνος καθημμένην, τὸν δʼ ἀμφὶ μέσσῃ περιπετῆ προσκείμενον, εὐνῆς ἀποιμώζοντα τῆς κάτω φθορὰν καὶ πατρὸς ἔργα καὶ τὸ δύστηνον λέχος. ὁ δʼ ὡς ὁρᾷ σφε, στυγνὸν οἰμώξας ἔσω χωρεῖ πρὸς αὐτὸν…
Sophocles, Antigone
-
…λεγόμενον μὲν καὶ πρότερον πολλαχόσε ἐγκατασκῆψαι καὶ περὶ Λῆμνον καὶ ἐν ἄλλοις χωρίοις, οὐ μέντοι τοσοῦτός γε λοιμὸς οὐδὲ φθορὰ οὕτως ἀνθρώπων οὐδαμοῦ ἐμνημονεύετο γενέσθαι. οὔτε γὰρ ἰατροὶ ἤρκουν τὸ πρῶτον θεραπεύοντες ἀγνοίᾳ, ἀλλʼ αὐτοὶ μάλιστα ἔθνῃσκον ὅσῳ…
Thucydides, The Peloponnesian War
-
…ἡλικίᾳ τρόπῳ μηδενί · ἐὰν δὲ ἐπιτρέπῃ καὶ μὴ ἐξείργῃ τοῦ γυμνασίου, ἔνοχος ἔστω ὁ γυμνασιάρχης τῷ τῆς ἐλευθέρων φθορᾶς νόμῳ. οἱ δὲ χορηγοὶ οἱ καθιστάμενοι ὑπὸ τοῦ δήμου ἔστωσαν τὴν ἡλικίαν ὑπὲρ τετταράκοντα ἔτη. μετὰ ταῦτα τοίνυν…
Aeschines, Speeches
-
…τοὺς ἐμοὶ μεταιτίους νόστου δικαίων θʼ ὧν ἐπραξάμην πόλιν Πριάμου · δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶ κλύοντες ἀνδροθνῆτας Ἰλίου φθορὰς ἐς αἱματηρὸν τεῦχος οὐ διχορρόπως ψήφους ἔθεντο · τῷ δʼ ἐναντίῳ κύτει ἐλπὶς προσῄει χειρὸς οὐ πληρουμένῳ. καπνῷ δʼ…
Aeschylus, Agamemnon
-
…γυναικός. λιποῦσα δʼ ἀστοῖσιν ἀσπίστοράς τε καὶ κλόνους λογχίμους ναυβάτας ; θʼ ; ὁπλισμούς, ἄγουσά τʼ ἀντίφερνον Ἰλίῳ φθορὰν βέβακεν ῥίμφα διὰ πυλᾶν ἄτλητα τλᾶσα · πολλὰ δʼ ἔστενον τόδʼ ἐννέποντες δόμων προφῆται · ἰὼ ἰὼ δῶμα δῶμα καὶ…
Aeschylus, Agamemnon