ἀλκῆς
ἀλκή, strength
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ἀλκά, ἀλκὰ, ἀλκή, ἀλκὴ, Ἀλκή | – | – |
| Genitive | ἀλκᾶς, ἀλκῆς | – | – |
| Dative | ἀλκᾷ, ἀλκῇ | – | – |
| Accusative | ἀλκάν, ἀλκὰν, ἀλκήν, ἀλκὴν | – | ἀλκὰς |
| Vocative | – | – | – |
-
…ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή · ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς. Ἕκτωρ δʼ αὖθʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε. τὼ περὶ Κεβριόναο…
Homer, Iliad
-
…χέουσαν, καὶ δόμους ἐφεστίους · ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν ζυγοῖσι δουλίοισι μήποτε σχεθεῖν · γένεσθε δʼ ἀλκή · ξυνὰ δʼ ἐλπίζω λέγειν · πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει. θρέομαι φοβερὰ μεγάλʼ ἄχη · μεθεῖται στρατός…
Aeschylus, Seven Against Thebes
-
…κάκκας νυ δυϊαν βοᾶν ἀμφαίνω. ὁρῶ τάδε φροίμια πράξαν πόνων βιαίων ἐμῶν. ἠὲ ἠέ. βαῖνε φυγᾷ πρὸς ἀλκάν · βλοσυρόφρονα χλιδᾷ δύσφορα ναῒ κἀν γᾷ. γαϊάναξ προτάσσου. σοῦσθε σοῦσθʼ ἐπὶ βᾶ ριν ὅπως ποδῶν ; ἔχετε…
Aeschylus, Suppliant Women
-
…οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι, δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν · οὐδέ τις ἔστʼ ἀλκή · φυγέειν κάρτιστον ἀπʼ αὐτῆς. ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ, δείδω, μή σʼ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι…
Homer, Odyssey
-
…. τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς. ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν, Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας…
Homer, Iliad