ἀποσκευῶν
ἀποσκευή, removal, riddance
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | – | – | – |
| Genitive | ἀποσκευῆς | – | ἀποσκευῶν |
| Dative | – | – | ἀποσκευαῖς |
| Accusative | ἀποσκευὴν | – | ἀποσκευάς |
| Vocative | – | – | – |
-
…ἐπιθέμενοι τῷ χάρακι πολλοὺς μὲν τῶν Καρχηδονίων ἀπέκτειναν, πάντας δʼ ἐξέβαλον ἐκ τῆς στρατοπεδείας, ἐκυρίευσαν δὲ καὶ τῆς ἀποσκευῆς ἁπάσης, ἔλαβον δὲ καὶ τὸν στρατηγὸν Ἀννίβαν ζωγρίᾳ. τοῦτον μὲν οὖν παραχρῆμα πρὸς τὸν τοῦ Σπενδίου σταυρὸν ἀγαγόντες…
Polybius, Histories
-
…. τοιαύτης δὲ τῆς συμφορᾶς τοὺς Ναϊτιανοὺς καταλαβούσης, παίδων τε ὄχλος ἑάλω καὶ γυναικῶν καὶ θεραπείας καὶ τῆς ἄλλης ἀποσκευῆς ἄπειρόν τι πλῆθος, ἀγέλας τε βοσκημάτων ἔλαβον οἱ Ἑβραῖοι καὶ χρήματα πολλά, καὶ γὰρ πλούσιον ἦν τὸ χωρίον…
Flavius Josephus, Antiquities of the Jews
-
…τῶν πολεμίων. Ταῦτα διαπραξάμενος καὶ συναγαγὼν τοὺς ἐν τῇ Γαλάτιδι Ἰουδαίους μετὰ τέκνων καὶ γυναικῶν καὶ τῆς ὑπαρχούσης αὐτοῖς ἀποσκευῆς οἷός τε ἦν εἰς τὴν Ἰουδαίαν ἐπαναγαγεῖν. ὡς δʼ ἧκεν ἐπί τινα πόλιν Ἐμφρὼν ὄνομα ἐπὶ τῆς ὁδοῦ κειμένην…
Flavius Josephus, Antiquities of the Jews
-
…οὕτως ἐκκαυθῆναι τὸν πόλεμον, εἰ παράνομόν τι πράξειαν καὶ παράσπονδον, συνήργουν ταῖς τῶν ὄχλων ἀπονοίαις καὶ τὴν μὲν ἀποσκευὴν τῶν Καρχηδονίων ἅμα τοῖς χρήμασι διήρπαζον, τὸν δὲ Γέσκωνα καὶ τοὺς σὺν αὐτῷ δήσαντες ὑβριστικῶς εἰς φυλακὴν παρεδίδοσαν .…
Polybius, Histories
-
…χερῶν νόμῳ διέφθειρε, τὰ δὲ τέκνα σχεδὸν ἅπαντα καὶ τὰς γυναῖκας αὐτῶν ἐν τῇ παρεμβολῇ κατέσφαξε, τὴν δʼ ἀποσκευὴν ἐφῆκε διαρπάσαι τοῖς ἠγωνισμένοις. πράξας δὲ ταῦτα μεγάλου μὲν ἀπέλυσε φόβου καὶ κινδύνου τὰς ἐφʼ Ἑλλησπόντου πόλεις, καλὸν…
Polybius, Histories