ἅλις
ἅλις, ἅλις, sufficiently, enough
Other forms of ἅλις: ἅλις, Ἅλις
-
…πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι, καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον, τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει · τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας, οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα…
Homer, Iliad
-
…ὅ κε δῶρα φέρων ἐπιδίφρια θείω καλά, σὺ δʼ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων. ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ, δειπνήσαντας ἴμεν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν. εἰ…
Homer, Odyssey
-
…, οὐδὲ μὲν ἔργον · ἐκ γὰρ δή μʼ ἀπάτησε καὶ ἤλιτεν · οὐδʼ ἂν ἔτʼ αὖτις ἐξαπάφοιτʼ ἐπέεσσιν · ἅλις δέ οἱ · ἀλλὰ ἕκηλος ἐρρέτω · ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς. ἐχθρὰ δέ μοι τοῦ δῶρα…
Homer, Iliad
-
…μελισσάων ἁδινάων πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων, βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν · αἳ μέν τʼ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα · ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο ἰλαδὸν…
Homer, Iliad
-
…. μή, φίλτατʼ ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ ὀργὴν ὁμοῖος τῷ κάκιστʼ αὐδωμένῳ · ἀλλʼ ἄνδρας Ἀργείοισι Καδμείους ἅλις ἐς χεῖρας ἐλθεῖν · αἷμα γὰρ καθάρσιον. ἀνδροῖν δʼ ὁμαίμοιν θάνατος ὧδʼ αὐτοκτόνος, οὐκ ἔστι γῆρας τοῦδε τοῦ…
Aeschylus, Seven Against Thebes