ἰκέλους
ἴκελος, like, resembling
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | εἴκελος, ἴκελος | εἰκέλη, ἰκέλη | εἴκελον |
| Genitive | – | – | – |
| Dative | – | – | – |
| Accusative | εἴκελον, ἴκελον | ἰκέλην | εἴκελον, ἴκελον, ἴκελόν |
| Vocative | – | – | – |
| Masculine | |
|---|---|
| Nominative | – |
| Genitive | – |
| Dative | – |
| Accusative | εἰκέλω |
| Vocative | – |
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | ἴκελοι | ἴκελαι | – |
| Genitive | – | – | – |
| Dative | – | – | – |
| Accusative | – | – | εἴκελα |
| Vocative | – | – | – |
-
…σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς. δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς · ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν. μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς ἐτράπετο · Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα…
Homer, Odyssey
-
…δʼ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν. οἳ δʼ ἀμφʼ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο · Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν, Μηριόνης δʼ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας. τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, αὐτίκα δʼ…
Homer, Iliad
-
…καὶ Ἰάονες ἑλκεχίτωνες Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον οἳ μὲν Ἀθηναίων προλελεγμένοι · ἐν δʼ ἄρα τοῖσιν ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο…
Homer, Iliad
-
…θοῷ ἀτάλαντος Ἄρηϊ ἦρχʼ ἴμεν, ὄφρʼ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει, οἳ δʼ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι, κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν · τῶν δʼ ὁμὸν ἵστατο…
Homer, Iliad
-
…νομῷ μιγέωσιν, ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα ὑσμίνηνδʼ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ, Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι. ἠΰτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων ταῦρος ·…
Homer, Iliad