ὕβρις
ὕβρις, ὕβρις, ὕβρεως, ἡ, insolence
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ὕβρις, Ὕβρις | – | ὕβρεις, ὕβριες |
| Genitive | ὕβρεος, ὕβρεως, ὕβριος, Ὕβριος | – | – |
| Dative | ὕβρει | – | – |
| Accusative | ὕβριν | – | ὕβρεις |
| Vocative | – | – | – |
-
…τῶν ἀδελφιδῶν, αἳ οὕτω κοσμίως βεβιώκασιν ὥστε καὶ ὑπὸ τῶν οἰκείων ὁρώμεναι αἰσχύνεσθαι. οὗτος τοίνυν εἰς τοῦτο ἦλθεν ὕβρεως ὥστʼ οὐ πρότερον ἠθέλησεν ἀπελθεῖν, πρὶν αὐτὸν ἡγούμενοι δεινὰ ποιεῖν οἱ παραγενόμενοι καὶ οἱ μετʼ αὐτοῦ ἐλθόντες, ἐπὶ…
Lysias, Speeches
-
…ἐμοὶ γὰρ δοκεῖ οὑτοσί, ὦ ἄνδρες Ἀθηναῖοι, πάνυ εἶναι ὑβριστὴς καὶ ἀκόλαστος, καὶ ἀτεχνῶς τὴν γραφὴν ταύτην ὕβρει τινὶ καὶ ἀκολασίᾳ καὶ νεότητι γράψασθαι. ἔοικεν γὰρ ὥσπερ αἴνιγμα συντιθέντι διαπειρωμένῳ ἆρα γνώσεται Σωκράτης ὁ σοφὸς δὴ ἐμοῦ…
Plato, Apology
-
…μέγιστα δυναμένους ἀποδέδοται, ὥστε τὸν χείριστον τῶν αὐτῶν τυγχάνειν τῷ βελτίστῳ · οὕτως, ὦ ἄνδρες, ταύτην τὴν ὕβριν ἅπαντες ἄνθρωποι δεινοτάτην ἡγοῦνται. περὶ μὲν οὖν τοῦ μεγέθους τῆς ζημίας ἅπαντας ὑμᾶς νομίζω τὴν αὐτὴν διάνοιαν ἔχειν ,…
Lysias, Speeches
-
…κελόμην ἐρίηρας ἑταίρους αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι, ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι · οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ, αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια…
Homer, Odyssey
-
…ἢ ἐκκλησίαις ἢ ἀγοραῖς, δημάρχων ἢ στρατηγῶν ἢ ὑπάτων ἢ τῶν ἐς ταῦτα παραγγελλόντων ἢ τῶν ἄλλως ἐπιφανῶν. ὕβρις τε ἄκοσμος ἐπεῖχεν αἰεὶ διʼ ὀλίγου καὶ νόμων καὶ δίκης αἰσχρὰ καταφρόνησις. προιόντος δʼ ἐς μέγα τοῦ κακοῦ ,…
Appian, The Civil Wars