About Report a problem

Menu

Σαμαρεύς

Σαμαρεύς, a Samaritan

  1. …νόμων. καὶ οἱ μὲν δὴ διὰ κακίαν τεσσάρων ἀνδρῶν ἠλαύνοντο τῆς πόλεως. Οὐκ ἀπήλλακτο δὲ θορύβου καὶ τὸ Σαμαρέων ἔθνος · συστρέφει γὰρ αὐτοὺς ἀνὴρ ἐν ὀλίγῳ τὸ ψεῦδος τιθέμενος κἀφʼ ἡδονῇ τῆς πληθύος τεχνάζων τὰ πάντα, κελεύων…

    Flavius Josephus, Antiquities of the Jews

  2. …τοὺς ἐκεῖ θρησκεύσοντας. ἀλλὰ περὶ μὲν τοῦ ἱεροῦ τούτου ἀρκούντως ἡμῖν δεδήλωται. Τοὺς δʼ ἐν Ἀλεξανδρείᾳ Ἰουδαίους καὶ Σαμαρεῖς, οἳ τὸ ἐν Γαριζεὶν προσεκύνουν ἱερόν, κατὰ τοὺς Ἀλεξάνδρου χρόνους συνέβη στασιάσαι πρὸς ἀλλήλους, καὶ περὶ τῶν…

    Flavius Josephus, Antiquities of the Jews

  3. …τοῦ Ἰουδαίων ἔθνους, ἰδόντες ὅτι τοὺς Ἰουδαίους Ἀλέξανδρος οὕτω λαμπρῶς τετίμηκεν ἔγνωσαν αὑτοὺς Ἰουδαίους ὁμολογεῖν. εἰσὶν γὰρ οἱ Σαμαρεῖς τοιοῦτοι τὴν φύσιν, ὡς ἤδη που καὶ πρότερον δεδηλώκαμεν · ἐν μὲν ταῖς συμφοραῖς ὄντας τοὺς Ἰουδαίους ἀρνοῦνται συγγενεῖς…

    Flavius Josephus, Antiquities of the Jews

  4. …τε πολλοὺς ἦγον, ὧν τοὺς κορυφαιοτάτους καὶ τοὺς ἐν τοῖς φυγοῦσι δυνατωτάτους ἔκτεινε Πιλᾶτος. Καταστάντος δὲ τοῦ θορύβου Σαμαρέων ἡ βουλὴ παρὰ Οὐιτέλλιον ὑπατικὸν ἴασιν ἄνδρα Συρίας τὴν ἡγεμονίαν ἔχοντα καὶ Πιλάτου κατηγόρουν ἐπὶ τῇ σφαγῇ τῶν ἀπολωλότων ·…

    Flavius Josephus, Antiquities of the Jews

  5. …, κυκλωσάμενος δὲ τῇ δυνάμει πᾶσαν τὴν ὑπόρειον διʼ ὅλης αὐτοὺς ἐφρούρει τῆς ἡμέρας. συνέβη δὲ ὕδατος ἀπορουμένων τῶν Σαμαρέων ἐκφλεγῆναι τότε καὶ καῦμα δεινόν, ὥρα δʼ ἦν θέρους καὶ τῶν ἐπιτηδείων τὸ πλῆθος ἀπαράσκευον, ὡς τοὺς μὲν…

    Flavius Josephus, Jewish War

  6. …ἐκδικίας τευξόμενοι. ταῦτα μὲν οὖν οἱ Σαμαρεῖς κατηγόρουν. Ἰουδαῖοι δὲ καὶ τῆς στάσεως καὶ τῆς μάχης αἰτίους γεγονέναι Σαμαρεῖς ἔφασαν, πρὸ πάντων δὲ Κουμανὸν δώροις ὑπʼ αὐτῶν φθαρέντα καὶ παρασιωπήσαντα τὸν τῶν ἀνῃρημένων φόνον. καὶ Κουαδρᾶτος ἀκούσας…

    Flavius Josephus, Antiquities of the Jews

  7. …τῶν περὶ τὸν Ἐλεάζαρον πολλοὺς μὲν συνέλαβεν, πλείστους δʼ ἀπέκτεινεν. πρὸς δὲ τὸ λοιπὸν πλῆθος τῶν πολεμεῖν τοῖς Σαμαρεῦσιν ὡρμημένων οἱ ἄρχοντες τῶν Ἱεροσολύμων ἐκδραμόντες σάκκους ἀμπεχόμενοι καὶ τέφραν τῶν κεφαλῶν καταχέοντες ἱκέτευον ἀναχωρεῖν καὶ μὴ διὰ τὴν εἰς…

    Flavius Josephus, Jewish War

  8. …γὰρ τούτου παυσόμεθα μὲν ἐνοχλούμενοι, τοῖς δʼ ἔργοις μετὰ ἀδείας προσανέχοντες μείζονάς σοι ποιήσομεν τὰς προσόδους. ταῦτα τῶν Σαμαρέων δεηθέντων ἀντέγραψεν αὐτοῖς ὁ βασιλεὺς τάδε · βασιλεὺς Ἀντίοχος Νικάνορι. οἱ ἐν Σικίμοις Σιδώνιοι ἐπέδωκαν τὸ κατακεχωρισμένον ὑπόμνημα .…

    Flavius Josephus, Antiquities of the Jews

  9. …, οὓς δοκιμάσειεν, ἐπὶ φόροις ἄρα τεταγμένοις, Πόντου μὲν Δαρεῖον τὸν Φαρνάκους τοῦ Μιθριδάτου, Ἰδουμαίων δὲ καὶ Σαμαρέων Ἡρῴδην, Ἀμύνταν δὲ Πισιδῶν καὶ Πολέμωνα μέρους Κιλικίας καὶ ἑτέρους ἐς ἕτερα ἔθνη. τὸν δὲ στρατόν, ὅσος…

    Appian, The Civil Wars

  10. …κατῴκισεν ἀντʼ αὐτῶν τὸ τῶν Χουθαίων ἔθνος, οἳ πρότερον ἐνδοτέρω τῆς Περσίδος καὶ τῆς Μηδίας ἦσαν, τότε μέντοι Σαμαρεῖς ἐκλήθησαν τὴν τῆς χώρας εἰς ἣν κατῳκίσθησαν προσηγορίαν ἀναλαβόντες · ὁ δὲ τῶν Βαβυλωνίων βασιλεὺς τὰς δύο φυλὰς ἐξαγαγὼν οὐδὲν…

    Flavius Josephus, Antiquities of the Jews

Saved

Recent