Ἀριαράθης
Ἀριαράθης, Ariarathes
Ariarates n. de varios reyes de Capadocia (ss. IV-V a.C.), Str.12.1.2, 2.8, 13.4.2, D.S.18.16, 31.19 y l.c.
-
…ἐς τὸν Περσέως πόλεμον ὡς οὔπω κεκριμένον προσελάμβανον, καὶ πρέσβεις ἐς τοὺς φίλους βασιλέας, Εὐμένη καὶ Ἀντίοχον καὶ Ἀριαράθην καὶ Μασσανάσσην καὶ Πτολεμαῖον τὸν Αἰγύπτου, περιέπεμπον, ἑτέρους δʼ ἐς τὴν Ἑλλάδα καὶ Θεσσαλίαν καὶ Ἤπειρον καὶ Ἀκαρνανίαν…
Appian, Macedonian Affairs
-
…τοῦ Πτολεμαίου, θεραπεύων ἤδη τὸ μειράκιον, ἵνʼ ἐν τῷ πολέμῳ τῷ πρὸς Ῥωμαίους ἀτρεμῇ · Ἀντιοχίδα δʼ ἔπεμπεν Ἀριαράθῃ τῷ Καππαδοκῶν βασιλεῖ, καὶ τὴν ἔτι λοιπὴν Εὐμένει τῷ Περγάμου βασιλεῖ. ὁ δέ ἑώρα γὰρ αὐτὸν ἤδη Ῥωμαίοις…
Appian, The Syrian Wars
-
…καταπολεμεῖν. παραγενομένων δὲ τῶν πρέσβεων καὶ παρακαλούντων λύειν τὸν πόλεμον, ἔφασαν μὲν οἱ περὶ τὸν Εὐμένη καὶ τὸν Ἀριαράθην ἕτοιμοι πρὸς πᾶν εἶναι τὸ παρακαλούμενον, ἠξίουν δὲ τοὺς Ῥωμαίους, εἰ μέν ἐστι δυνατόν, εἰς σύλλογον αὐτοὺς…
Polybius, Histories
-
…ἀποτεμέσθαι τῆς Καππαδοκίας οὐδέν, ἀλλʼ ἐκ χειρὸς Ωκοδομήσαντο τὴν δίκην ἐπιβαλόμενοι τόλμαν, καταφυγόντες ἐπὶ Ῥωμαίους διαβάλλειν ἐπειρῶντο τὸν Ἀριαράθην. ὧν χάριν ἀπεστάλησαν οἱ περὶ τὸν Ἰούνιον. πρὸς οὓς ὁ βασιλεὺς ποιησάμενος τοὺς ἁρμόζοντας λόγους καὶ τἄλλα φιλανθρώπως…
Polybius, Histories
-
…περιέσπασεν. τοῦ δʼ αὐτοῦ χρόνου Μιθράας καὶ Βαγώας Ἀριοβαρζάνη τόνδε τὸν ὑπὸ Ῥωμαίων κατηγμένον ἐς τὴν Καππαδοκίαν ἐκβαλόντες, Ἀριαράθην κατήγαγον ἐς αὐτήν. Ῥωμαῖοι δὲ Νικομήδην ὁμοῦ καὶ Ἀριοβαρζάνην ἐπανῆγον ἐς τὴν οἰκείαν ἑκάτερον, πρέσβεις τέ τινας αὐτοῖς…
Appian, The Mithridatic Wars
-
…ὁ δὲ φόρος ἦν θρέμματα καὶ σῖτος. καὶ οἱ μὲν περὶ Φάννιον ἐπὶ τούτοις ἐξώρμησαν. Ὅτι ὁ βασιλεὺς Ἀριαράθης παρεγένετο εἰς τὴν Ῥώμην ἔτι θερείας οὔσης · τότε δέ, παρειληφότων ὑπάτων τὰς ἀρχὰς τῶν περὶ τὸν Σέξτον Ἰούλιον…
Polybius, Histories
-
…ἀνώτερον χρόνοις, τἀδελφοῦ Σελεύκου μετηλλαχότος, ἔτι κομιδῇ νέος ὢν τὴν ἐν Συρίᾳ διεδέδεκτο βασιλείαν. ἅμα δὲ τούτοις Ἀριαράθης παρέλαβε τὴν Καππαδοκῶν ἀρχήν. ὁ δὲ Φιλοπάτωρ Πτολεμαῖος ἐν τοῖς αὐτοῖς καιροῖς τῶν κατʼ Αἴγυπτον ἐγεγόνει κύριος. Λυκοῦργος…
Polybius, Histories
-
…ἐμοὶ δοκεῖν, ὀρθῶς ἵσταντο, φάσκοντες μηδενὶ προήσεσθαι τὰ χρήματα ζῶντος Ὀροφέρνους πλὴν αὐτῷ τῷ παραθεμένῳ · ὁ δʼ Ἀριαράθης πολλοῖς ἐδόκει παραπίπτειν τοῦ καθήκοντος, ἀπαιτῶν τὴν ἀλλοτρίαν παραθήκην. οὐ μὴν ἀλλʼ ἕως μὲν τούτου τάχʼ ἄν τις…
Polybius, Histories
-
…τεχνιτικὴν ἀσωτίαν. Ὅτι Ἄτταλος ὁ ἀδελφὸς Εὐμένους παραλαβὼν τὴν ἐξουσίαν πρῶτον ἐξήνεγκε δεῖγμα τῆς αὑτοῦ προαιρέσεως καὶ πράξεως τὴν Ἀριαράθου καταγωγὴν ἐπὶ τὴν βασιλείαν. . .,. . Ὅτι τῶν περὶ τὸν Γάιον…
Polybius, Histories
-
…οἰκήτορας, οὓς πρότερον ἐξαγηόχει, σὺν δὲ τούτοις ὅπλα καὶ βέλη καὶ τὰς ἄλλας παρασκευάς. ἀποδοῦναι δὲ καὶ Ἀριαράθῃ τῶν τε χωρίων ὅσα παρῄρητο μετὰ τῆς προϋπαρχούσης κατασκευῆς καὶ τοὺς ὁμήρους. ἀποδοῦναι δὲ καὶ Τίον παρὰ τὸν Πόντον…
Polybius, Histories