κἀντίος
ἀντίος, set against
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | ἀντίος | ἀντίη | ἀντίον |
| Genitive | – | ἀντίας | ἀντίου |
| Dative | – | – | – |
| Accusative | ἀντίον | ἀντίην | ἀντίον |
| Vocative | – | – | – |
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | ἀντίοι | ἀντίαι | ἀντίʼ, τἀντία |
| Genitive | – | – | – |
| Dative | ἀντίοις | – | – |
| Accusative | – | ἀντίας | ἀντίʼ, ἀντία |
| Vocative | – | – | – |
-
…ἀνόρουσε συβώτης, ἐκ δʼ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο, κιρνὰς αἴθοπα οἶνον. ὁ δʼ ἀντίος ἦλθεν ἄνακτος, κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ χεῖράς τʼ ἀμφοτέρας · θαλερὸν δέ οἱ ἔκπεσε…
Homer, Odyssey
-
…οὔτʼ ἄναυδος οὔτε σοι δαίων φλόγα ὕλης ὀρείας σημανεῖ καπνῷ πυρός, ἀλλʼ ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων τὸν ἀντίον δὲ τοῖσδʼ ἀποστέργω λόγον · εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι. ὅστις τάδʼ ἄλλως τῇδʼ ἐπεύχεται πόλει ,…
Aeschylus, Agamemnon
-
…, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι. τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα · αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον ,…
Homer, Odyssey
-
…ἐμὸν ποτὶ δῶμα γυναῖκας, ὥς τοι δῶρʼ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα · Πείραιʼ, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα. εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι…
Homer, Odyssey
-
…οἰσόμενος · τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα · δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις ἑσταότʼ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα Τρώϊα ,…
Homer, Iliad