οὐθαμῇ
οὐδαμῇ, nowhere, in no place
Other forms of οὐδαμῇ: κοὐδαμῇ, οὐδαμᾷ, οὐδαμῇ, οὐθαμῇ
-
…πᾶς ἂν ὁ γιγνώσκων τὸ ὠφελεῖσθαι μᾶλλον ἕλοιτο ὑπʼ ἄλλου ἢ ἄλλον ὠφελῶν πράγματα ἔχειν. τοῦτο μὲν οὖν ἔγωγε οὐδαμῇ συγχωρῶ Θρασυμάχῳ, ὡς τὸ δίκαιόν ἐστιν τὸ τοῦ κρείττονος συμφέρον. ἀλλὰ τοῦτο μὲν δὴ καὶ εἰς αὖθις σκεψόμεθα…
Plato, Republic
-
…Δανάης τέκος, ἱππότα Περσεύς, οὔτʼ ἄρʼ ἐπιψαύων σάκεος ποσὶν οὔθʼ ἑκὰς αὐτοῦ, θαῦμα μέγα φράσσασθʼ, ἐπεὶ οὐδαμῇ ἐστήρικτο. τὼς γάρ μιν παλάμαις τεῦξεν κλυτὸς Ἀμφιγυήεις χρύσεον · ἀμφὶ δὲ ποσσὶν ἔχεν πτερόεντα πέδιλα. ὤμοισιν δέ…
Hesiod, Shield of Heracles
-
…. αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ δώσειν Δίʼ, ὥστε τῶνδέ σʼ ἐκλῦσαι πόνων. τὰ μὲν σʼ ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ · προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ μηδὲν πόνει. μάτην γὰρ οὐδὲν ὠφελῶν ἐμοὶ πονήσεις, εἴ…
Aeschylus, Prometheus Bound
-
…ταῦτα γὰρ ἦν τὰ προκεκριμένα, ἐόντα τὸ ἀρχαῖον τὸ μὲν Πελασγικὸν τὸ δὲ Ἑλληνικὸν ἔθνος. καὶ τὸ μὲν οὐδαμῇ κω ἐξεχώρησε, τὸ δὲ πολυπλάνητον κάρτα. ἐπὶ μὲν γὰρ Δευκαλίωνος βασιλέος οἴκεε γῆν τὴν Φθιῶτιν, ἐπὶ δὲ…
Herodotus, The Histories
-
…πάννυχοι δὴ διάπλοον καθίστασαν ναῶν ἄνακτες πάντα ναυτικὸν λεών. καὶ νὺξ ἐχώρει, κοὐ μάλʼ Ἑλλήνων στρατὸς κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο · ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν, πρῶτον μὲν ἠχῇ κέλαδος Ἑλλήνων πάρα μολπηδὸν…
Aeschylus, Persians