οὐδαμῇ
οὐδαμῇ, nowhere, in no place
- nowhere, in no place, οὐδαμῇ ἐστήρικτο Hes. Sc. 218, cf. A. Pers. 385, Telecl. 21; οὐ. βίου E. Fr. 34; οὐ. ἄλλῃ Hdt. 2.116; ἄλλῃ οὐ. Id. 4.114: c. gen., οὐ. Αἰγύπτου Id. 2.43.
- 2 in no direction, no way, Id. 1.24, 34, 56, etc. (Cf. οὐθαμεῖ).
1. van plaats nergens heen, nergens.
2. van wijze op geen enkele wijze.
-
…πᾶς ἂν ὁ γιγνώσκων τὸ ὠφελεῖσθαι μᾶλλον ἕλοιτο ὑπʼ ἄλλου ἢ ἄλλον ὠφελῶν πράγματα ἔχειν. τοῦτο μὲν οὖν ἔγωγε οὐδαμῇ συγχωρῶ Θρασυμάχῳ, ὡς τὸ δίκαιόν ἐστιν τὸ τοῦ κρείττονος συμφέρον. ἀλλὰ τοῦτο μὲν δὴ καὶ εἰς αὖθις σκεψόμεθα…
Plato, Republic
-
…Δανάης τέκος, ἱππότα Περσεύς, οὔτʼ ἄρʼ ἐπιψαύων σάκεος ποσὶν οὔθʼ ἑκὰς αὐτοῦ, θαῦμα μέγα φράσσασθʼ, ἐπεὶ οὐδαμῇ ἐστήρικτο. τὼς γάρ μιν παλάμαις τεῦξεν κλυτὸς Ἀμφιγυήεις χρύσεον · ἀμφὶ δὲ ποσσὶν ἔχεν πτερόεντα πέδιλα. ὤμοισιν δέ…
Hesiod, Shield of Heracles
-
…. αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ δώσειν Δίʼ, ὥστε τῶνδέ σʼ ἐκλῦσαι πόνων. τὰ μὲν σʼ ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ · προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ μηδὲν πόνει. μάτην γὰρ οὐδὲν ὠφελῶν ἐμοὶ πονήσεις, εἴ…
Aeschylus, Prometheus Bound
-
…ταῦτα γὰρ ἦν τὰ προκεκριμένα, ἐόντα τὸ ἀρχαῖον τὸ μὲν Πελασγικὸν τὸ δὲ Ἑλληνικὸν ἔθνος. καὶ τὸ μὲν οὐδαμῇ κω ἐξεχώρησε, τὸ δὲ πολυπλάνητον κάρτα. ἐπὶ μὲν γὰρ Δευκαλίωνος βασιλέος οἴκεε γῆν τὴν Φθιῶτιν, ἐπὶ δὲ…
Herodotus, The Histories
-
…πάννυχοι δὴ διάπλοον καθίστασαν ναῶν ἄνακτες πάντα ναυτικὸν λεών. καὶ νὺξ ἐχώρει, κοὐ μάλʼ Ἑλλήνων στρατὸς κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο · ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν, πρῶτον μὲν ἠχῇ κέλαδος Ἑλλήνων πάρα μολπηδὸν…
Aeschylus, Persians
-
…φλογωπὸν πῦρ ἔχουσʼ ἐφήμεροι ; ἀφʼ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας. τοιοῖσδε δή σε Ζεὺς ἐπʼ αἰτιάμασιν αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν. οὐδʼ ἔστιν ἄθλου τέρμα σοι προκείμενον ; οὐκ ἄλλο γʼ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ .…
Aeschylus, Prometheus Bound
-
…σὺν τῇ σκευῇ, καὶ ἀπικόμενον ἀπηγέεσθαι πᾶν τὸ γεγονός. Περίανδρον δὲ ὑπὸ ἀπιστίης Ἀρίονα μὲν ἐν φυλακῇ ἔχειν οὐδαμῇ μετιέντα, ἀνακῶς δὲ ἔχειν τῶν πορθμέων. ὡς δὲ ἄρα παρεῖναι αὐτούς, κληθέντας ἱστορέεσθαι εἴ τι λέγοιεν περὶ…
Herodotus, The Histories
-
…καὶ ἑωυτῷ λόγον ἔδωκε, καταρρωδήσας τὸν ὄνειρον ἄγεται μὲν τῷ παιδὶ γυναῖκα, ἐωθότα δὲ στρατηγέειν μιν τῶν Λυδῶν οὐδαμῇ ἔτι ἐπὶ τοιοῦτο πρῆγμα ἐξέπεμπε · ἀκόντια δὲ καὶ δοράτια καὶ τά τοιαῦτα πάντα τοῖσι χρέωνται ἐς πόλεμον ἄνθρωποι ,…
Herodotus, The Histories
-
…βελτίονα συχνῷ. ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα πάντα κόσμος τε καὶ ὠφελία τοῖς τόποις γίγνοιτʼ ἂν μετὰ παιδιᾶς οὐδαμῇ ἀχαρίτου · σπουδὴ δὲ περὶ ταῦτα ἥδε ἔστω. τοὺς ἑξήκοντα ἑκάστους τὸν αὑτῶν τόπον φυλάττειν, μὴ μόνον πολεμίων…
Plato, Laws
-
…ὀλίγοις ὁπόσοι δυνατοὶ ἀνευρεῖν αὐτοὶ διὰ σμικρᾶς ἐνδείξεως, τῶν τε δὴ ἄλλων τοὺς μὲν καταφρονήσεως οὐκ ὀρθῆς ἐμπλήσειεν ἂν οὐδαμῇ ἐμμελῶς, τοὺς δὲ ὑψηλῆς καὶ χαύνης ἐλπίδος, ὡς σέμνʼ ἄττα μεμαθηκότας. ἔτι δὲ μακρότερα περὶ αὐτῶν ἐν…
Plato, Letters