πατρῶν
πάτρα, fatherland, native land, country, home
πατήρ, πατήρ, πατρός, ὁ, father
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | πάτρα, πάτρη | – | – |
| Genitive | πάτρας, πάτρης | – | – |
| Dative | πάτρᾳ, πάτρῃ | – | – |
| Accusative | πάτραν, πάτρην | – | πάτρας |
| Vocative | – | – | – |
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | πατήρ, πατὴρ | – | πατέρες |
| Genitive | πατέρος, πατρός, πατρὸς | – | πατέρων, πατρῶν |
| Dative | πατέρι, πατρί, πατρὶ | – | πατράσιν |
| Accusative | πατέρʼ, πατέρα | – | πατέρας |
| Vocative | πάτερ | – | πατέρες |
πάτρα
-
…Ἀργεῖα τείχη καὶ Κυκλωπίαν πόλιν ὠρέξατʼ οἰκεῖν, ἣν ἐγὼ φεύγω κτανὼν Ἠλεκτρύωνα · συμφορὰς δὲ τὰς ἐμὰς ἐξευμαρίζων καὶ πάτραν οἰκεῖν θέλων, καθόδου δίδωσι μισθὸν Εὐρυσθεῖ μέγαν, ἐξημερῶσαι γαῖαν, εἴθʼ Ἥρας ὕπο κέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν…
Euripides, Heracles
-
…ἐχθαίρει δέ, βούλεται δʼ ἔχειν. ἀλλʼ ὅ τι νοεῖτον εἴπατον τούτου πέρι. μισῶ πολίτην, ὅστις ὠφελεῖν πάτραν βραδὺς φανεῖται μεγάλα δὲ βλάπτειν ταχύς, καὶ πόριμον αὑτῷ τῇ πόλει δʼ ἀμήχανον. εὖ γʼ ὦ Πόσειδον ·…
Aristophanes, Frogs
-
…τῇδε πρὸς χάριν · φήμας δʼ ἐμοὶ ἐσθλὰς ἐνεγκὼν ἀντὶ τῆς ἀχλαινίας ἐσθῆτα λήψῃ σῖτά θʼ, ὥστε σʼ ἐς πάτραν ἐλθεῖν, ἐπεὶ νῦν γʼ ἀθλίως ἔχονθʼ ὁρῶ. σὺ δʼ, ὦ τάλαινα, μὴ ʼπὶ τοῖς ἀνηνύτοις τρύχουσα…
Euripides, Helen
-
…χάριν μονῆς ἔχων, φροῦδος, μετʼ αὐτοῦ δʼ Ἀνδρομάχη, πολλῶν ἐμοὶ δακρύων ἀγωγός, ἡνίκʼ ἐξώρμα χθονός, πάτραν τʼ ἀναστένουσα καὶ τὸν Ἕκτορος τύμβον προσεννέπουσα. καί σφʼ ᾐτήσατο θάψαι νεκρὸν τόνδʼ, ὃς πεσὼν ἐκ τειχέων ψυχὴν…
Euripides, Trojan Women
-
…Μέγα, τὸ δʼ αὖτις τεὰν ψυχὰν κομίξαι οὔ μοι δυνατόν · κενεᾶν δʼ ἐλπίδων χαῦνον τέλος · σεῦ δὲ πάτρᾳ Χαριάδαις τʼ ἐλαφρὸν ὑπερεῖσαι λίθον Μοισαῖον ἕκατι ποδῶν εὐωνύμων δὶς δὴ δυοῖν. χαίρω δὲ πρόσφορον ἐν μὲν ἔργῳ κόμπον…
Pindar, Odes
πατήρ
-
…δέ, ὦ Φαίδων, τίνες παραγενόμενοι ; οὗτός τε δὴ ὁ Ἀπολλόδωρος τῶν ἐπιχωρίων παρῆν καὶ Κριτόβουλος καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἔτι Ἑρμογένης καὶ Ἐπιγένης καὶ Αἰσχίνης καὶ Ἀντισθένης · ἦν δὲ καὶ Κτήσιππος ὁ Παιανιεὺς καὶ Μενέξενος καὶ…
Plato, Phaedo
-
…πάππος τε καὶ ὁμώνυμος ἐμοὶ σχεδόν τι ὅσην ἐγὼ νῦν οὐσίαν κέκτημαι παραλαβὼν πολλάκις τοσαύτην ἐποίησεν, Λυσανίας δὲ ὁ πατὴρ ἔτι ἐλάττω αὐτὴν ἐποίησε τῆς νῦν οὔσης · ἐγὼ δὲ ἀγαπῶ ἐὰν μὴ ἐλάττω καταλίπω τούτοισιν, ἀλλὰ βραχεῖ γέ…
Plato, Republic
-
…μὲν ἀπεστέρησαν βίου, χήρας δὲ γυναῖκας ἐποίησαν, ὀρφανοὺς δὲ τοὺς αὑτῶν παῖδας ἀπέλιπον, ἐρήμους δʼ ἀδελφοὺς καὶ πατέρας καὶ μητέρας κατέστησαν ; πολλῶν δὲ καὶ δεινῶν ὑπαρχόντων τοὺς μὲν παῖδας αὐτῶν ζηλῶ, ὅτι νεώτεροί εἰσιν ἢ ὥστε…
Lysias, Speeches
-
…πρῶτον μὲν τῆς προτέρας ὀλιγαρχίας αἰτιώτατος ἐγένετο, πείσας ὑμᾶς τὴν ἐπὶ τῶν τετρακοσίων πολιτείαν ἑλέσθαι. καὶ ὁ μὲν πατὴρ αὐτοῦ τῶν προβούλων ὢν ταὔτʼ ἔπραττεν, αὐτὸς δὲ δοκῶν εὐνούστατος εἶναι τοῖς πράγμασι στρατηγὸς ὑπʼ αὐτῶν ᾑρέθη. καὶ…
Lysias, Speeches
-
…παιδείαν ἐν ᾗ καὶ σὺ ἐπαιδεύθης ; ἢ οὐ καλῶς προσέταττον ἡμῶν οἱ ἐπὶ τούτῳ τεταγμένοι νόμοι, παραγγέλλοντες τῷ πατρὶ τῷ σῷ σε ἐν μουσικῇ καὶ γυμναστικῇ παιδεύειν ; καλῶς, φαίην ἄν. εἶεν. ἐπειδὴ δὲ ἐγένου τε…
Plato, Crito