ἀρχιερεὺς
ἀρχιερεύς, an arch-priest, chief-priest
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ἀρχιερεύς, ἀρχιερεὺς | – | – |
| Genitive | ἀρχιερέως | – | ἀρχιερέων |
| Dative | – | – | ἀρχιερεῦσι |
| Accusative | ἀρχιερέα | – | ἀρχιερεῖς |
| Vocative | – | – | – |
-
…λοιπόν ἐστιν οὐκ εἰς ὀξὺ τέρμα συνηγμένη, ἀλλʼ ὥστʼ εἶναι κατʼ ἄκρας ἐπίπεδον. ἐπὶ ταύτῃ πρῶτον μὲν ὁ ἀρχιερεὺς ᾠκοδομήσατο φρούριον Ἰωνάθης καὶ προσηγόρευσε Μασάδαν, ὕστερον δʼ Ἡρώδῃ τῷ βασιλεῖ διὰ πολλῆς ἐγένετο σπουδῆς ἡ τοῦ χωρίου κατασκευή…
Flavius Josephus, Jewish War
-
…μόνους δάφνης στεφάνῳ τῶν ἐν τῇ πόλει κεκοσμημένους εἶναι, καὶ ἱερέας μὲν πάντας τοῦ Ἀπόλλωνός τε καὶ Ἡλίου, ἀρχιέρεων δὲ ἕνα κατʼ ἐνιαυτὸν τὸν πρῶτον κριθέντα τῶν γενομένων ἐκείνῳ τῷ ἐνιαυτῷ τῶν ἱερέων, καὶ τοὔνομα ἀναγράφειν τούτου κατʼ…
Plato, Laws
-
…ἀξιολογώτατα καὶ διαθήκην, ἐν ᾗ μετʼ αὐτὸν Ἀντίπατρον ἀπεδείκνυε βασιλέα, ἢ φθάντος τελευτῆσαι Ἡρώδην τὸν ἐκ τῆς τοῦ ἀρχιερέως θυγατρὸς υἱὸν αὐτῷ γεγενημένον. συνεξορμᾷ δʼ Ἀντιπάτρῳ καὶ Σύλλαιος ὁ Ἄραψ μηδὲν ὧν προσέταξε Καῖσαρ διαπεπραγμένος, καὶ Ἀντίπατρος…
Flavius Josephus, Antiquities of the Jews
-
…Ἡφαίστου τὸν ἱρέα τοῦτον τὸν τελευταῖον βασιλεύσαντα μίαν τε καὶ τεσσεράκοντα καὶ τριηκοσίας γενεὰς ἀνθρώπων γενομένας, καὶ ἐν ταύτῃσι ἀρχιερέας καὶ βασιλέας ἑκατέρους τοσούτους γενομένους. καίτοι τριηκόσιαι μὲν ἀνδρῶν γενεαὶ δυνέαται μύρια ἔτεα · γενεαὶ γὰρ τρεῖς ἀνδρῶν ἑκατὸν…
Herodotus, The Histories
-
…αὐτὴν ὥστʼ εἰς χαράδρας μεταπεσεῖν τὰ σημεῖα τοῦ γενέσθαι ποτὲ πόλιν αὐτὴν ἀφείλετο. παράδοξον δέ τι καὶ περὶ τοῦ ἀρχιερέως Ὑρκανοῦ λέγεται, τίνα τρόπον αὐτῷ τὸ θεῖον εἰς λόγους ἦλθεν · φασὶν γάρ, ὅτι κατʼ ἐκείνην τὴν ἡμέραν…
Flavius Josephus, Antiquities of the Jews