ὅθʼ
ὅθι, where
ὅστε, who, which
ὅτε, ὅτε, when, whenever
ὅτι2, ὅτι (conj.), that, because
Other forms of ὅθι: ὅθʼ, ὅθι, ὅθί, ὅθιπερ
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | ὅστʼ, ὅστε | ἥτʼ, ἅτʼ, ἅτε | – |
| Genitive | οὗτε | – | οὗθʼ, οὗτε |
| Dative | – | ᾇτʼ | ᾧτʼ, ᾧτε |
| Accusative | ὅντʼ | – | ὅτʼ |
| Vocative | – | – | – |
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | οἵτʼ, οἵτε | αἵτʼ, αἵτε | – |
| Genitive | – | – | – |
| Dative | – | – | – |
| Accusative | – | – | ἅτε |
| Vocative | – | – | – |
Other forms of ὅτε: ὅθʼ, ὅτʼ, ὁτὲ, ὅτε, ὅτεπερ, ὅχʼ, χὤτʼ, χὤτε, Ὅτε, ὅκα, ὅκχʼ
Other forms of ὅτι2: ὅτι, ὅττι, ὅττί, χὤτι, Ὅτι
ὅθι
-
…μοι ἀμφʼ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ, δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης. νῆσος δενδρήεσσα, θεὰ δʼ ἐν δώματα ναίει, Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε…
Homer, Odyssey
-
…Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται · ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους, δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο…
Homer, Odyssey
-
…δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων, βῆ ῥʼ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν. ἔνθʼ ἔμενʼ · ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς ῥίμφα διωκομένη · τῆς δὲ σχεδὸν ἦλθʼ…
Homer, Odyssey
-
…ἔτʼ ἄλλον ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω, οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί. οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν…
Homer, Odyssey
-
…ἀνέτειλε νέμεσθαι. αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι · ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ…
Homer, Iliad
ὅστε
-
…ταῦτα εἴποιτε · ὦ Σώκρατες, νῦν μὲν Ἀνύτῳ οὐ πεισόμεθα ἀλλʼ ἀφίεμέν σε, ἐπὶ τούτῳ μέντοι, ἐφʼ ᾧτε μηκέτι ἐν ταύτῃ τῇ ζητήσει διατρίβειν μηδὲ φιλοσοφεῖν · ἐὰν δὲ ἁλῷς ἔτι τοῦτο πράττων, ἀποθανῇ εἰ οὖν με…
Plato, Apology
-
…ἰσχὺς Ἀσιατογενὴς ᾤχωκε, νέον δʼ ἄνδρα βαΰζει, κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺς ἄστυ τὸ Περσῶν ἀφικνεῖται · οἵτε τὸ Σούσων ἠδʼ Ἀγβατάνων καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος προλιπόντες ἔβαν, τοὶ μὲν ἐφʼ ἵππων. τοὶ δʼ ἐπὶ…
Aeschylus, Persians
-
…οἱ δὲ τριάκοντα ᾑρέθησαν μὲν ἐπεὶ τάχιστα τὰ μακρὰ τείχη καὶ τὰ περὶ τὸν Πειραιᾶ καθῃρέθη · αἱρεθέντες δὲ ἐφʼ ᾧτε συγγράψαι νόμους, καθʼ οὕστινας πολιτεύσοιντο, τούτους μὲν ἀεὶ ἔμελλον συγγράφειν τε καὶ ἀποδεικνύναι, βουλὴν δὲ καὶ τὰς…
Xenophon, Hellenica
-
…αἰὲν Ἴτυν ὀλοφύρεται, ὄρνις ἀτυζομένα, Διὸς ἄγγελος. ἰὼ παντλάμων Νιόβα, σὲ δʼ ἔγωγε νέμω θεόν, ἅτʼ ἐν τάφῳ πετραίῳ αἰεὶ δακρύεις. οὔτοι σοὶ μούνᾳ, τέκνον, ἄχος ἐφάνη βροτῶν, πρὸς ὅ τι σὺ…
Sophocles, Electra
-
…θνᾴσκοντα γέν νας ἄτερ σῴζειν πόλιν, κρατηθεὶς δʼ ἐκ φίλων ἀβουλιᾶν ἐγείνατο μὲν μόρον αὑτῷ, πατροκτόνον Οἰδιπόδαν, ὅστε ματρὸς ἁγνὰν σπείρας ἄρουραν, ἵνʼ ἐτράφη, ῥίζαν αἱματόεσσαν ἔτλα · παράνοια συνᾶγε νυμφίους φρενώλεις. κακῶν δʼ ὥσπερ…
Aeschylus, Seven Against Thebes
ὅτε
-
…ἔφη · ἀλλὰ κρείττω με οἴει καλεῖν τὸν ἐξαμαρτάνοντα ὅταν ἐξαμαρτάνῃ ; ἔγωγε, εἶπον, ᾤμην σε τοῦτο λέγειν ὅτε τοὺς ἄρχοντας ὡμολόγεις οὐκ ἀναμαρτήτους εἶναι ἀλλά τι καὶ ἐξαμαρτάνειν. συκοφάντης γὰρ εἶ, ἔφη, ὦ Σώκρατες ,…
Plato, Republic
-
…, ἣν ὑμῖν οἱ πατέρες παρέδοσαν, φεύγοντας δὲ ὑμᾶς ἐκ τῶν πόλεων ἐξῃτοῦντο. ἀνθʼ ὧν ὀργίσθητε μὲν ὥσπερ ὅτʼ ἐφεύγετε, ἀναμνήσθητε δὲ καὶ τῶν ἄλλων κακῶν ἃ πεπόνθατε ὑπʼ αὐτῶν, οἳ τοὺς μὲν ἐκ τῆς ἀγορᾶς τοὺς…
Lysias, Speeches
-
…; ἄδικα. εἶτʼ, ὦ σχετλιώτατε πάντων, ἀντέλεγες μὲν ἵνα σώσειας, συνελάμβανες δὲ ἵνα ἀποκτείνῃς ; καὶ ὅτε μὲν τὸ πλῆθος ἦν ὑμῶν κύριον τῆς σωτηρίας τῆς ἡμετέρας, ἀντιλέγειν φῂς τοῖς βουλομένοις ἡμᾶς ἀπολέσαι, ἐπειδὴ δὲ…
Lysias, Speeches
-
…; αὐτοὺς ἡγήσονται περιέργους ὑπὲρ ὑμῶν τηρουμένους. οὐκ οὖν δεινὸν εἰ τοὺς μὲν στρατηγούς, οἳ ἐνίκων ναυμαχοῦντες, ὅτε διὰ χειμῶνα οὐχ οἷοί τʼ ἔφασαν εἶναι τοὺς ἐκ τῆς θαλάττης ἀνελέσθαι, θανάτῳ ἐζημιώσατε, ἡγούμενοι χρῆναι τῇ τῶν…
Lysias, Speeches
-
…θάνατον μήτε ἄλλο μηδὲν πρὸ τοῦ αἰσχροῦ. ἐγὼ οὖν δεινὰ ἂν εἴην εἰργασμένος, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ ὅτε μέν με οἱ ἄρχοντες ἔταττον, οὓς ὑμεῖς εἵλεσθε ἄρχειν μου, καὶ ἐν Ποτειδαίᾳ καὶ ἐν Ἀμφιπόλει καὶ ἐπὶ…
Plato, Apology
ὅτι2
-
…ἄδικα ἀδικίᾳ ἡμιμόχθηροι ὄντες, ἐπεὶ οἵ γε παμπόνηροι καὶ τελέως ἄδικοι τελέως εἰσὶ καὶ πράττειν ἀδύνατοι ταῦτα μὲν οὖν ὅτι οὕτως ἔχει μανθάνω, ἀλλʼ οὐχ ὡς σὺ τὸ πρῶτον ἐτίθεσο · εἰ δὲ καὶ ἄμεινον ζῶσιν οἱ δίκαιοι τῶν…
Plato, Republic
-
…πανουργοτάτων. ἐβουλόμην δʼ ἂν ἐξεῖναί μοι παρʼ ὑμῖν καὶ ἐκ τῶν ἄλλων ἐπιδεῖξαι τὴν τούτου πονηρίαν, ἵνα ἠπίστασθε ὅτι πολὺ ἂν δικαιότερον αὐτὸς περὶ θανάτου ἠγωνίζετο ἢ ἑτέρους ὑπὲρ τῆς πατρίδος εἰς κίνδυνον καθίστη. τὰ μὲν οὖν ἄλλα…
Lysias, Speeches
-
…ἄνδρες Ἀθηναῖοι, τἀληθῆ, καὶ ὑμᾶς οὔτε μέγα οὔτε μικρὸν ἀποκρυψάμενος ἐγὼ λέγω οὐδʼ ὑποστειλάμενος. καίτοι οἶδα σχεδὸν ὅτι αὐτοῖς τούτοις ἀπεχθάνομαι, ὃ καὶ τεκμήριον ὅτι ἀληθῆ λέγω καὶ ὅτι αὕτη ἐστὶν ἡ διαβολὴ ἡ ἐμὴ καὶ τὰ…
Plato, Apology
-
…ἄθεος οὐδὲ ταύτῃ ἀδικῶ οὐ μέντοι οὕσπερ γε ἡ πόλις ἀλλὰ ἑτέρους, καὶ τοῦτʼ ἔστιν ὅ μοι ἐγκαλεῖς, ὅτι ἑτέρους, ἢ παντάπασί με φῂς οὔτε αὐτὸν νομίζειν θεοὺς τούς τε ἄλλους ταῦτα διδάσκειν. ταῦτα λέγω, ὡς…
Plato, Apology
-
…ἀλλʼ ἐρήσομαι αὐτὸν καὶ ἐξετάσω καὶ ἐλέγξω, καὶ ἐάν μοι μὴ δοκῇ κεκτῆσθαι ἀρετήν, φάναι δέ, ὀνειδιῶ ὅτι τὰ πλείστου ἄξια περὶ ἐλαχίστου ποιεῖται, τὰ δὲ φαυλότερα περὶ πλείονος. ταῦτα καὶ νεωτέρῳ καὶ πρεσβυτέρῳ ὅτῳ ἂν…
Plato, Apology