Σούνιον
Σούνιον, Sunium
- Sunium, the southern headland of Attica, Od. 3.278, etc.:—Adj. Σουνιακός, ή, όν, Hdt. 4.99; pecul. fem. Σουνιάς, άδος, D.P. 511:—Σουνιεύς, gen. έως (ῶς), ὁ, pl. Σουνιεῖς (ῆς), a man of Sunium, Pl. Tht. 144c, Anaxandr. 4.
- (ἱρόν).
- The southeast point of Attica Od. 3.278.
- Sunium, the southern headland of Attica, Od., etc.:—adj., Σουνιακός, ή, όν, Hdt.:—
-
…ἀφικομένου τεθνάναι με ; οὔτοι δὴ ἀφῖκται, ἀλλὰ δοκεῖν μέν μοι ἥξει τήμερον ἐξ ὧν ἀπαγγέλλουσιν ἥκοντές τινες ἀπὸ Σουνίου καὶ καταλιπόντες ἐκεῖ αὐτό. δῆλον οὖν ἐκ τούτων τῶν ἀγγέλων ὅτι ἥξει τήμερον, καὶ ἀνάγκη δὴ εἰς αὔριον…
Plato, Crito
-
…Ἀττικά τῆς ἠπείρου τῆς Ἑλληνικῆς κατὰ νήσους τὰς Κυκλάδας καὶ πέλαγος τὸ Αἰγαῖον ἄκρα Σούνιον πρόκειται γῆς τῆς Ἀττικῆς · καὶ λιμήν τε παραπλεύσαντι τὴν ἄκραν ἐστὶ καὶ ναὸς Ἀθηνᾶς Σουνιάδος ἐπὶ κορυφῇ τῆς ἄκρας…
Pausanias, Description of Greece
-
…θυμῷ. ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες, Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν · ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων, ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε, πηδάλιον μετὰ χερσὶ…
Homer, Odyssey
-
…τίς μοι, τίς ἔτʼ οὖν τέρψις ἐπέσται ; γενοίμαν ἵνʼ ὑλᾶεν ἔπεστι πόντου πρόβλημʼ ἁλίκλυστον, ἄκραν ὑπὸ πλάκα Σουνίου, τὰς ἱερὰς ὅπως προσείποιμεν Ἀθάνας. καὶ μὴν ἰδὼν ἔσπευσα τὸν στρατηλάτην Ἀγαμέμνονʼ ἡμῖν δεῦρο τόνδʼ ὁρμώμενον · δῆλος…
Sophocles, Ajax
-
…, καὶ Παναθηναίοις τοῖς μικροῖς ἐχορήγουν πυρριχισταῖς ἀγενείοις, καὶ ἀνήλωσα ἑπτὰ μνᾶς. νενίκηκα δὲ τριήρει μὲν ἁμιλλώμενος ἐπὶ Σουνίῳ, ἀναλώσας πεντεκαίδεκα μνᾶς · χωρὶς δὲ ἀρχιθεωρίας καὶ Ἐρρηφορίας καὶ ἄλλα τοιαῦτα, εἰς ἃ ἐμοὶ δεδαπάνηται πλέον ἢ…
Lysias, Speeches
-
…, ὅτι τοῖς ὄρεσιν ὑποπέπτωκε τὸ πλεῖστον μέρος αὐτῆς ἁλιτενὲς καὶ στενόν, μήκει δʼ ἀξιολόγῳ κεχρημένον, προπεπτωκὸς μέχρι Σουνίου. ταύτας οὖν διέξιμεν ἀναλαβόντες πάλιν ἀπὸ τῆς παραλίας ἀφʼ ἧσπερ ἀπελίπομεν. μετὰ δὴ Κρομμυῶνα ὑπέρκεινται τῆς Ἀττικῆς αἱ…
Strabo, Geography
-
…ταῦτα ἐπινοηθῆναι · τούτους γὰρ συνθεμένους τοῖσι Πέρσῃσι ἀναδέξαι ἀσπίδα ἐοῦσι ἤδη ἐν τῇσι νηυσί. οὗτοι μὲν δὴ περιέπλεον Σούνιον · Ἀθηναῖοι δὲ ὡς ποδῶν εἶχον τάχιστα ἐβοήθεον ἐς τὸ ἄστυ, καὶ ἔφθησάν τε ἀπικόμενοι πρὶν ἢ τοὺς βαρβάρους…
Herodotus, The Histories
-
…τοῦ Θετταλοῦ, καθάπερ καὶ ἡ λίμνη. ἐπεὶ δὲ ἡ Εὔβοια παρὰ πᾶσαν τὴν παραλίαν ταύτην παραβέβληται τὴν ἀπὸ Σουνίου μέχρι Θετταλίας, πλὴν τῶν ἄκρων ἑκατέρωθεν, οἰκεῖον ἂν εἴη συνάψαι τοῖς εἰρημένοις τὰ περὶ τὴν νῆσον, εἶθʼ…
Strabo, Geography
-
…Αἰξωνεῖς Ἁλαιεῖς οἱ Αἰξωνικοὶ Ἀναγυράσιοι · εἶτα Θοραιεῖς Λαμπτρεῖς Αἰγιλιεῖς Ἀναφλύστιοι Ἀζηνιεῖς · οὗτοι μὲν οἱ μέχρι τῆς ἄκρας τοῦ Σουνίου. μεταξὺ δὲ τῶν λεχθέντων δήμων μακρὰ ἄκρα, πρώτη μετὰ τοὺς Αἰξωνέας Ζωστήρ, εἶτʼ ἄλλη μετὰ Θοραιέας Ἀστυπάλαια…
Strabo, Geography
-
…ἐν μεθορίῳ τῆς τε Ἀττικῆς καὶ τῆς Βοιωτίας. πρόκειται δὲ τῆς παραλίας ταύτης πρὸ μὲν τοῦ Θορίκου καὶ τοῦ Σουνίου νῆσος Ἑλένη τραχεῖα καὶ ἔρημος, παραμήκης ὅσον ἑξήκοντα σταδίων τὸ μῆκος, ἧς φασι μεμνῆσθαι τὸν ποιητὴν ἐν οἷς…
Strabo, Geography