συζάω
Strong 4800
*
to live with: opp. to συναποθανεῖν, II Co 7:3; of life in union with Christ, here and hereafter, Ro 6:8, II Ti 2:11.†
-
…ἀποδεχόμενοι ἀλλήλους, μὴ συζῶντες δέ, εὔνοις ἐοίκασι μᾶλλον ἢ φίλοις. οὐδὲν γὰρ οὕτως ἐστὶ φίλων ὡς τὸ συζῆν ὠφελείας μὲν γὰρ οἱ ἐνδεεῖς ὀρέγονται, συνημερεύειν δὲ καὶ οἱ μακάριοι · μονώταις γὰρ εἶναι τούτοις ἥκιστα προσήκει ·…
Aristotle, Nicomachean Ethics
-
…οἳ μὲν καθʼ ἕξιν οἳ δὲ κατʼ ἐνέργειαν ἀγαθοὶ λέγονται, οὕτω καὶ ἐπὶ τῆς φιλίας · οἱ μὲν γὰρ συζῶντες χαίρουσιν ἀλλήλοις καὶ πορίζουσι τἀγαθά, οἱ δὲ καθεύδοντες ἢ κεχωρισμένοι τοῖς τόποις οὐκ ἐνεργοῦσι μέν, οὕτω δʼ ἔχουσιν…
Aristotle, Nicomachean Ethics
-
…τὸ ὠφέλιμον, καὶ τῶν ἐν ἀκμῇ καὶ νέων ὅσοι τὸ συμφέρον διώκουσιν. οὐ πάνυ δʼ οἱ τοιοῦτοι οὐδὲ συζῶσι μετʼ ἀλλήλων · ἐνίοτε γὰρ οὐδʼ εἰσὶν ἡδεῖς · οὐδὲ δὴ προσδέονται τῆς τοιαύτης ὁμιλίας, ἐὰν μὴ ὠφέλιμοι ὦσιν…
Aristotle, Nicomachean Ethics
-
…τὸ πολὺ τῆς ἐρωτικῆς · διόπερ φιλοῦσι καὶ ταχέως παύονται, πολλάκις τῆς αὐτῆς ἡμέρας μεταπίπτοντες. συνημερεύειν δὲ καὶ συζῆν οὗτοι βούλονται · γίνεται γὰρ αὐτοῖς τὸ κατὰ τὴν φιλίαν οὕτως. τελεία δʼ ἐστὶν ἡ τῶν ἀγαθῶν φιλία καὶ…
Aristotle, Nicomachean Ethics
-
…μάλιστα γὰρ ἡ φύσις φαίνεται τὸ λυπηρὸν φεύγειν, ἐφίεσθαι δὲ τοῦ ἡδέος. οἱ δʼ ἀποδεχόμενοι ἀλλήλους, μὴ συζῶντες δέ, εὔνοις ἐοίκασι μᾶλλον ἢ φίλοις. οὐδὲν γὰρ οὕτως ἐστὶ φίλων ὡς τὸ συζῆν ὠφελείας μὲν γὰρ οἱ…
Aristotle, Nicomachean Ethics
-
…. ἡ δὲ διὰ τὸ χρήσιμον ἀγοραίων. καὶ οἱ μακάριοι δὲ χρησίμων μὲν οὐδὲν δέονται, ἡδέων δέ · συζῆν μὲν γὰρ βούλονταί τισι, τὸ δὲ λυπηρὸν ὀλίγον μὲν χρόνον φέρουσιν, συνεχῶς δʼ οὐδεὶς ἂν ὑπομείναι, οὐδʼ…
Aristotle, Nicomachean Ethics
-
…· ῥητὸν γὰρ οὐδαμῶς ἐστιν ὡς ἄλλα μαθήματα, ἀλλʼ ἐκ πολλῆς συνουσίας γιγνομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν ἐξαίφνης, οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς, ἐν τῇ ψυχῇ γενόμενον αὐτὸ ἑαυτὸ ἤδη τρέφει. καίτοι τοσόνδε…
Plato, Letters
-
…κατὰ πάντα σαφέστατα πασῶν ἐπιστημῶν ταύτην εἰληφέναι. ἀληθέστατα. τίς οὖν δὴ τῶν οὐκ ὀρθῶν πολιτειῶν τούτων ἥκιστα χαλεπὴ συζῆν, πασῶν χαλεπῶν οὐσῶν, καὶ τίς βαρυτάτη ; δεῖ τι κατιδεῖν ἡμᾶς, καίπερ πρός γε τὸ νῦν προτεθὲν…
Plato, Statesman
-
…ἀγαθῷ. οἷον οὐχ εἰ σῖτον δίδωσι καὶ τὰ ἀναγκαῖα, καὶ συζῆν τούτῳ δεῖ · οὐδʼ ᾧ τοίνυν τὸ συζῆν, τούτῳ ἃ μὴ οὗτος δίδωσιν, ἀλλὰ χρήσιμος. ἀλλʼ οἳ τοῦτο ποιοῦντες τούτῳ πάντα τῷ ἐρωμένῳ διδόασιν οὐ…
Aristotle, Eudemian Ethics
-
…, ἄλλον ἀποθνῄσκειν, ἄλλον κατακεκρίσθαι ; ἀδύνατον γὰρ ἐν τοιούτῳ σώματι, ἐν τούτῳ τῷ περιέχοντι, τούτοις τοῖς συζῶσιν μὴ συμπίπτειν ἄλλοις ἄλλα τοιαῦτα. σὸν οὖν ἔργον ἐλθόντα εἰπεῖν ἃ δεῖ, διαθέσθαι ταῦτα ὡς ἐπιβάλλει. εἶτα…
Epictetus, Discourses