πεζικός
πεζικός, on foot, of or for a foot-soldier
- on foot, π. εἰκών (opp. ἔφιππος) IG 42(1).86.29 (Epid.), 5(2).432.13 (Megalop.), etc.
- 2 of or for a foot-soldier, ὅπλα ἱππικὰ ἢ π. Pl. Lg. 753b; τὸ π. the infantry, X. Cyr. 5.3.38 codd.; π. καὶ ἱππικαὶ δυνάμεις CIG 4860 (Ombi); τὰ π. the evolutions of infantry, οἱ ἀγαθοὶ τὰ π. X. Cyr. 1.3.15.
- 3 of a land force, opp. a fleet, ἥ τε π. καὶ ἡ ναυτικὴ δύναμις Id. Mem. 3.6.9, cf. Th. 6.33, Din. 3.10, Aeschin. 3.85, Plb. 2.2.4, IPE 12.352.39 (Chersonesus), etc.; πεζός is v.l. and shd. prob. be read in all passages of early writers.
- 4 in prose, π. λόγων συντάξεις Vett.Val.150.23.
- 1on foot, of or for a foot-soldier, τὸ πεζικόν the foot, the infantry, Xen.; τὰ π. the evolutions of infantry, Xen.
- 2like πεζός, of a land force, opp. to a fleet, Xen., Aeschin., etc.
-
…πολιτείας, αἵρεσις αὐτῶν ἔστω τοιάδε τις · πάντες μὲν κοινωνούντων τῆς τῶν ἀρχόντων αἱρέσεως ὁπόσοιπερ ἂν ὅπλα ἱππικὰ ἢ πεζικὰ τιθῶνται καὶ πολέμου κεκοινωνήκωσιν ἐν ταῖς σφετέραις αὐτῶν τῆς ἡλικίας δυνάμεσιν · ποιεῖσθαι δὲ τὴν αἵρεσιν ἐν ἱερῷ ὅπερ ἂν…
Plato, Laws
-
…σχεδὸν ἤδη πέντε τῶν κατὰ θάλατταν πραγμάτων ὁλοσχερῶς ἀφεστηκότες διά τε τὰς περιπετείας καὶ διὰ τὸ πεπεῖσθαι διʼ αὐτῶν τῶν πεζικῶν δυνάμεων κρινεῖν τὸν πόλεμον, τότε συνορῶντες οὐ προχωροῦν αὑτοῖς τοὔργον κατὰ τοὺς ἐκλογισμοὺς καὶ μάλιστα διὰ τὴν τόλμαν τοῦ…
Polybius, Histories
-
…βασιλεῖ ποτε τὴν αὐτὴν τάξιν ἐσχηκώς. κατὰ τοῦτον δὲ τὸν καιρὸν ἡ παρὰ βασιλέως δύναμις ἧκεν ἱππική τε καὶ πεζικὴ καὶ Σύλλας ἐπʼ αὐτῆς ἡγεμὼν ὁ ἐπὶ τῶν σωματοφυλάκων. οὗτος οὖν βαλόμενος στρατόπεδον Ἰουλιάδος ἀπέχον σταδίους πέντε φρουρὰν ἐφίστησιν…
Flavius Josephus, Life of Flavius Josephus
-
…Δημητρίῳ τοὺς πλείστους ὑποτάξαντες τῶν Ἰλλυριῶν καὶ μεγάλην αὐτῷ περιθέντες δυναστείαν ἀνεχώρησαν εἰς τὴν Ἐπίδαμνον ἅμα τῷ στόλῳ καὶ τῇ πεζικῇ δυνάμει. Γνάιος μὲν οὖν Φόλουιος εἰς τὴν Ῥώμην ἀπέπλευσε, τὸ πλεῖον ἔχων μέρος τῆς τε ναυτικῆς καὶ πεζικῆς…
Polybius, Histories
-
…πρὸς τὸ βέλτιον ἀσκοῦσι Καρχηδονίων. οἱ μὲν γὰρ τὴν ὅλην περὶ τοῦτο ποιοῦνται σπουδήν, Καρχηδόνιοι δὲ τῶν μὲν πεζικῶν εἰς τέλος ὀλιγωροῦσι, τῶν δʼ ἱππικῶν βραχεῖάν τινα ποιοῦνται πρόνοιαν. αἴτιον δὲ τούτων ἐστὶν ὅτι ξενικαῖς καὶ μισθοφόροις…
Polybius, Histories
-
…διαπραξάμενος ἐπανῆλθεν εἰς τὴν οἰκείαν, οὐ μόνον τοῖς ἀνθρώποις ἀλλὰ καὶ τοῖς θεοῖς πεπολεμηκώς. ἐταλαιπώρησε δὲ καὶ τὸ πεζικὸν στράτευμα τῷ Προυσίᾳ κατὰ τὴν ἐπάνοδον ὑπό τε τοῦ λιμοῦ καὶ τῆς δυσεντερίας, ὥστε παρὰ πόδας ἐκ θεοπέμπτου δοκεῖν…
Polybius, Histories
-
…δὲ ταῦτʼ ἐπράχθη καὶ ὠμωμόκεσαν αἱ πόλεις ἐμμενεῖν ἐν τῇ εἰρήνῃ ἣν κατέπεμψε βασιλεύς, ἐκ τούτου διελύθη μὲν τὰ πεζικά, διελύθη δὲ καὶ τὰ ναυτικὰ στρατεύματα. Λακεδαιμονίοις μὲν δὴ καὶ Ἀθηναίοις καὶ τοῖς συμμάχοις οὕτω μετὰ τὸν ὕστερον…
Xenophon, Hellenica
-
…ἐπὶ τούτοις τῶν συνθηκῶν, ἀπῆγον τὰς δυνάμεις εἰς τὴν οἰκείαν οἱ περὶ τὸν Ἄτταλον, τὰς ναυτικὰς καὶ τὰς πεζικάς. καὶ τῆς μὲν Ἀττάλου καὶ Προυσίου διαφορᾶς τοιοῦτος ὅ τε κατὰ μέρος χειρισμὸς ἐγενήθη τῶν πράξεων .…
Polybius, Histories
-
…δέ με καταλίπῃς ἐνθάδε καὶ μάθω ἱππεύειν, ὅταν μὲν ἐν Πέρσαις ὦ, οἶμαί σοι ἐκείνους τοὺς ἀγαθοὺς τὰ πεζικὰ ῥᾳδίως νικήσειν, ὅταν δʼ εἰς Μήδους ἔλθω, ἐνθάδε πειράσομαι τῷ πάππῳ ἀγαθῶν ἱππέων κράτιστος ὢν ἱππεὺς συμμαχεῖν αὐτῷ…
Xenophon, Cyropaedia
-
…ἐπολιόρκουν τὸ προσαγορευόμενον Κλαστίδιον. προσπεσόντος δὲ τοῦ συμβαίνοντος τοῖς στρατηγοῖς, ἀναλαβὼν τοὺς ἱππεῖς Μάρκος Κλαύδιος καί τινας τῶν πεζικῶν ἠπείγετο, σπεύδων βοηθῆσαι τοῖς πολιορκουμένοις. οἱ δὲ Κελτοὶ πυθόμενοι τὴν παρουσίαν τῶν ὑπεναντίων, λύσαντες τὴν πολιορκίαν ὑπήντων…
Polybius, Histories