Πάρθος
Πάρθος, Parthian; f. town in Illyria (Partheni)
Strong 3934
a Parthian: Ac 2:9.†
-
…καὶ τὸν Περσᾶν αὐτοῦ τὸν σὸν πιστὸν πάντʼ ὀφθαλμὸν μυρία μυρία πεμπαστὰν Βατανώχου παῖδʼ Ἄλπιστον τοῦ Σησάμα τοῦ Μεγαβάτα, Πάρθον τε μέγαν τʼ Οἰβάρην ἔλιπες ἔλιπες ; ὢ ὢ ; ὢ ; δᾴων. Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις .…
Aeschylus, Persians
-
…. διαβὰς δὲ τὸν Εὐφράτην αὐτός τε ἀπώλετο καὶ ὁ στρατὸς αὐτοῦ, περὶ ὧν οὐ νῦν καιρὸς λέγειν. Πάρθους δὲ μετὰ τὸν Κράσσον ἐπιδιαβαίνειν εἰς Συρίαν ὡρμημένους ἀνέκοπτεν Κάσσιος εἰς τὴν ἐπαρχίαν διαφυγών. περιποιησάμενος δὲ αὐτὴν ἐπὶ Ἰουδαίους…
Flavius Josephus, Jewish War
-
…, καί τι καὶ λογισμῷ διδούς, ὡς κοιναὶ τοῖς ἀνθρώποις αἱ μεταβολαὶ τῆς τύχης. γράφει τε πρὸς τοὺς Πάρθους πείθων αὐτοὺς τὸν Ἀρταβάνην ὑποδέξασθαι, πίστιν προτείνων τῆς τῶν πεπραγμένων ἀμνηστίας δεξιὰν καὶ ὅρκους καὶ μεσιτείαν τὴν αὐτοῦ .…
Flavius Josephus, Antiquities of the Jews
-
…πολὺν τῇ τροπῇ φόνον ἐργασάμενος ὑπὲρ ἐκπλήξεως τῶν βαρβάρων πρὸς Κτησιφῶντα μετὰ τοῦ πλήθους ἀναχωρεῖ. κἀκεῖνος μὲν ἐβασίλευεν ἤδη Πάρθοις, Βονώνης δʼ εἰς Ἀρμενίαν διαπίπτει, καὶ κατʼ ἀρχὰς μὲν ἐφίετο τῆς χώρας καὶ πρὸς Ῥωμαίους ἐπρέσβευεν. ὡς…
Flavius Josephus, Antiquities of the Jews
-
…ἦν δὲ παρὰ Πάρθοις αἰχμάλωτος, ἀφικνεῖται πρὸς Ἡρώδην τῆς αἰχμαλωσίας ἀπολυθεὶς τρόπῳ τοιούτῳ · Βαζαφράνης καὶ Πάκορος οἱ τῶν Πάρθων στρατηγοί, λαβόντες αἰχμαλώτους Ὑρκανὸν τὸν πρῶτον ἀρχιερέα γενόμενον εἶτα βασιλέα καὶ τὸν ἀδελφὸν Ἡρώδου Φασάηλον εἰς Πάρθους ἀνῆγον .…
Flavius Josephus, Antiquities of the Jews
-
…πόλεμος Ἡρώδου τοῦ τετράρχου πρὸς Ἀρέταν τὸν Ἀράβων βασιλέα καὶ ἧττα. ὡς Τιβέριος Καῖσαρ ἔγραψεν Οὐιτελλίῳ Ἀρταβάνην μὲν τὸν Πάρθον πεῖσαι ὁμήρους αὐτῷ πέμψαι, πρὸς Ἀρέταν δὲ πολεμεῖν. τελευτὴ Φιλίππου καὶ ὡς ἡ τετραρχία αὐτοῦ ἐπαρχία ἐγένετο .…
Flavius Josephus, Antiquities of the Jews
-
…γράψαντος τοῦθʼ ὑπεσχῆσθαι τῇ μητρὶ παραδούσῃ τὰ ἐρύματα. καὶ ταῦτα μὲν εἰς τὴν Ἰουδαίαν ἐπανέρχεται. Γαβινίῳ δὲ ἐπὶ Πάρθους στρατεύοντι καὶ τὸν Εὐφράτην ἤδη πεπεραιωμένῳ μετέδοξεν εἰς τὴν Αἴγυπτον ὑποστρέψαντι καταστῆσαι Πτολεμαῖον εἰς αὐτήν. καὶ ταῦτα μὲν καὶ…
Flavius Josephus, Antiquities of the Jews
-
…σφᾶς παραδοῦναι. λαφυραγωγήσαντες δὲ τὰ ἐν τῇ χώρᾳ καὶ τὸν Δημήτριον παραλαβόντες τὸν μὲν τῷ Μιθριδάτῃ τῷ τότε βασιλεύοντι Πάρθων ἔπεμψαν, τῶν δʼ αἰχμαλώτων οὓς Ἀντιοχέων εἶναι πολίτας συνέβαινε τούτους προῖκα τοῖς Ἀντιοχεῦσιν ἀπέδωκαν. Μιθριδάτης δʼ ὁ τῶν…
Flavius Josephus, Antiquities of the Jews
-
…πλὴν Τύρου καὶ Σιδῶνος τὰς ἐντὸς Ἐλευθέρου ποταμοῦ πάσας. ὧν γενομένη κυρία καὶ προπέμψασα μέχρις Εὐφράτου τὸν Ἀντώνιον ἐπιστρατεύοντα Πάρθοις ἦλθεν εἰς Ἰουδαίαν διʼ Ἀπαμείας καὶ Δαμασκοῦ. κἀνταῦθα μεγάλαις μὲν αὐτῆς τὴν δυσμένειαν δωρεαῖς Ἡρώδης ἐκμειλίσσεται, μισθοῦται δὲ…
Flavius Josephus, Jewish War
-
…καταλιπὼν δὲ ἐνταῦθα ταῖς γυναιξὶν ὀκτακοσίους φύλακας καὶ διαρκῆ τὰ ἐπιτήδεια πρὸς πολιορκίαν αὐτὸς εἰς τὴν Ἀραβικὴν Πέτραν ἠπείγετο. Πάρθοι δʼ ἐν Ἱεροσολύμοις ἐφʼ ἁρπαγὴν τραπόμενοι τῶν φυγόντων εἰς τὰς οἰκίας εἰσέπιπτον καὶ τὸ βασίλειον ἀπεχόμενοι μόνων τῶν Ὑρκανοῦ χρημάτων…
Flavius Josephus, Jewish War