παράπλοος
παράπλοος, a sailing beside, a coasting voyage
- coasting voyage, τῆς Ἰταλίας καλῶς παράπλου κεῖται Th. 1.36; ἐν παράπλῳ κεῖσθαι ib. 44, cf. 2.33, etc.; simply, passage, POxy. 525.1 (ii A.D.), Luc. VH 1.28.
- 2 shore to be coasted along, π. τραχὺς Πλατανιστὸς καλούμενος Str. 14.5.3, cf. 14.3.2; ὁ π. αὐτοῦ (sc. of the Red Sea) ἔχει νήσους μικράς D.S. 3.38.
- II Adj. fit for coasting, π. ποιησάμενος τοὺς Σιδητῶν παρῶνας Plb. Fr. 193.
- Ia sailing beside, a coasting voyage, τῆς Ἰταλίας towards Italy, Thuc.
- IIa point sailed by or doubled, Strab.
-
…ἔστιν ἃ χωρία βουλόμενοι προσποιήσασθαι καὶ πειραθέντες, ὡς οὐκ ἐδύναντο, ἀπέπλεον ἐπʼ οἴκου. σχόντες δʼ ἐν τῷ παράπλῳ ἐς Κεφαλληνίαν καὶ ἀπόβασιν ποιησάμενοι ἐς τὴν Κρανίων γῆν, ἀπατηθέντες ὑπʼ αὐτῶν ἐξ ὁμολογίας τινὸς ἄνδρας τε ἀποβάλλουσι σφῶν…
Thucydides, The Peloponnesian War
-
…περισκοπῶν ἐνδοιάζῃ χωρίον προσλαβεῖν ὃ μετὰ μεγίστων καιρῶν οἰκειοῦταί τε καὶ πολεμοῦται. τῆς τε γὰρ Ἰταλίας καὶ Σικελίας καλῶς παράπλου κεῖται, ὥστε μήτε ἐκεῖθεν ναυτικὸν ἐᾶσαι Πελοποννησίοις ἐπελθεῖν τό τε ἐνθένδε πρὸς τἀκεῖ παραπέμψαι, καὶ ἐς τἆλλα ξυμφορώτατόν…
Thucydides, The Peloponnesian War
-
…ἄλλοις ναυτικὸν ἔχουσιν ἐς πόλεμον καθιστῶνται. ἅμα δὲ τῆς τε Ἰταλίας καὶ Σικελίας καλῶς ἐφαίνετο αὐτοῖς ἡ νῆσος ἐν παράπλῳ κεῖσθαι. τοιαύτῃ μὲν γνώμῃ οἱ Ἀθηναῖοι τοὺς Κερκυραίους προσεδέξαντο, καὶ τῶν Κορινθίων ἀπελθόντων οὐ πολὺ ὕστερον δέκα ναῦς…
Thucydides, The Peloponnesian War
-
…παροῦσαν ἀπορίαν τῶν χρημάτων οὐ βουλόμενοι δαπανᾶν εὐθὺς ἀπέπεμπον, προστάξαντες κομίσαι αὐτοὺς Διειτρέφει, καὶ εἰπόντες ἅμα ἐν τῷ παράπλῳ ἐπορεύοντο γὰρ διʼ Εὐρίπου καὶ τοὺς πολεμίους, ἤν τι δύνηται, ἀπʼ αὐτῶν βλάψαι. ὁ δὲ ἔς τε…
Thucydides, The Peloponnesian War
-
…δὲ οὔτε ἐν δεξιᾷ ἔχοντι τὴν νῆσον οὔτʼ ἐν ἀριστερᾷ, δίαρμα δʼ οὐδέν. ἀρχὴ δʼ οὖν τοῦ δυσμικοῦ παράπλου τὸ Κούριον τοῦ βλέποντος πρὸς Ῥόδον, καὶ εὐθύς ἐστιν ἄκρα ἀφʼ ἧς ῥίπτουσι τοὺς ἁψαμένους τοῦ βωμοῦ τοῦ Ἀπόλλωνος…
Strabo, Geography
-
…παροπτέος ἐνέφηνεν ὁ μερισμὸς τῆς περιοδείας οὗτος. ἄρχεται δʼ ἀπὸ Ἀσίνης πολίχνης · εἶθʼ Ἑρμιόνη καὶ Τροιζήν · ἐν παράπλῳ δὲ πρόκειται καὶ Καλαυρία νῆσος, κύκλον ἔχουσα τριάκοντα σταδίων, πορθμῷ δὲ τετρασταδίῳ διεστῶσα τῆς ἠπείρου. εἶθʼ ὁ…
Strabo, Geography
-
…δὲ τοῦ τὴν Λακωνικὴν χώραν βλάπτειν, ἐν καλλίστῳ δὲ τῆς τε ἀντιπέρας Ἠπείρου καὶ τοῦ εἰς Πελοπόννησον ἀπὸ Σικελίας παράπλου. ἀκούσαντες δὲ ταῦτα οἱ Ἀθηναῖοι ἐνόμισαν ἰσχυρῶς ἐπιμελητέον εἶναι, καὶ στρατηγὸν πέμπουσι Κτησικλέα εἰς ἑξακοσίους ἔχοντα πελταστάς ,…
Xenophon, Hellenica
-
…οὐ προσεχώρει, ἀπέπλευσαν ἐς Ἄβυδον. οἱ δʼ Ἀθηναῖοι ψευσθέντες τῶν σκοπῶν καὶ οὐκ ἂν οἰόμενοι σφᾶς λαθεῖν τὸν παράπλουν τῶν πολεμίων νεῶν, ἀλλὰ καθʼ ἡσυχίαν τειχομαχοῦντες, ὡς ᾔσθοντο, εὐθὺς ἀπολιπόντες τὴν Ἔρεσον κατὰ τάχος ἐβοήθουν ἐς…
Thucydides, The Peloponnesian War
-
…ἀλλʼ ἐπεισάκτοις καὶ πολλαῖς ἐξετελειώθη ταῖς δαπάναις. κεῖται μὲν γὰρ ἡ πόλις ἐν τῇ Φοινίκῃ κατὰ τὸν εἰς Αἴγυπτον παράπλουν Ἰόππης μεταξὺ καὶ Δώρων, πολισμάτια ταῦτʼ ἐστὶν παράλια δύσορμα διὰ τὰς κατὰ λίβα προσβολάς, αἳ ἀεὶ τὰς ἐκ…
Flavius Josephus, Antiquities of the Jews
-
…ὁπόσα ἦν ἀπωτέρω θαλάσσης καὶ ἄλλως ἀσθενῆ, ταῦτα μὲν τοὺς Κρῆτας πείσοντα ἐκλιπεῖν, τὰ δὲ ἐν ἐπικαίρῳ τοῦ παράπλου συνοικιοῦντα ἀντʼ αὐτῶν. ἀνέστησαν δὲ καὶ Ἕλος ἐπὶ θαλάσσῃ πόλισμα Ἀχαιῶν ἐχόντων καὶ Ἀργείους τοῖς εἵλωσιν ἀμύναντας μάχῃ νικῶσιν…
Pausanias, Description of Greece