καταπονέω
καταπονέω, to subdue after a hard struggle
- subdue, τῇ ἐνδείᾳ τῆς τροφῆς τὴν ἀλκὴν τοῦ θηρίου D.S. 3.37, cf. Heraclit. Incred. 11: in fut. Med., τὰς ὀλίγας ναῦς ταῖς πολλαπλασίαις D.S. 11.15; worst in a lawsuit, POxy. 1101.9 (iv A. D.):—Pass., to be subdued, reduced, worn out, δῆμος -πεπονημένος Aeschin. 2.36, cf. Plb. 29.27.11, D.S. 11.6; πάντα ταῖς ἐνδελεχείαις -πονεῖται πράγματα Men. 744; to be exhausted, τῷ θάλπει Gal. 10.715.
- 2 handle roughly, crush, damage, τὰ -πονούμενα καὶ συμπατούμενα Thphr. HP 8.7.5; maltreat, oppress, esp. in Pass., ὑπὸ τῶν τυράννων, ὑπὸ τῶν τελωνῶν, Arist. Fr. 575, BGU 1188.17 (Aug.), cf. Act.Ap. 7.24, Diog.Oen. 1.
- 3 digest food, Sor. 2.32 (Pass.).
- II intr. in pf. part. -πεπονηκώς ruinous, Procop. Aed. 1.4, 8.
Strong 2669
**
to wear down, oppress, treat hardly: pass., Ac 7:24, II Pe 2:7.†
- to subdue after a hard struggle: — Pass. to be so subdued, Aeschin.
-
…μὴ οὐ στασιάσοντος αὐτῶν. ὅτε γὰρ Οὔαρος ἀπῄει καὶ Σαβῖνος ὁ ἐπίτροπος τοῦ Καίσαρος ὑπομείνας αὐτόθι μεγάλως τοὺς στασιώτας κατεπόνει, στρατιᾷ τε τῇ καταλελειμμένῃ πιστεύων, ὡς καὶ περιέσοιτο αὐτῶν, καὶ τῷ πλήθει · πολλοὺς δὲ ὄντας ὁπλίσας…
Flavius Josephus, Antiquities of the Jews
-
…παντελῶς ἄθετον ἔσεσθαι πρὸς τὴν ναυμαχίαν · ἔσεσθαι γὰρ πελάγιον τὸν ἀγῶνα, καὶ τοὺς Πέρσας διὰ τὴν εὐρυχωρίαν ῥᾳδίως καταπονήσεσθαι τὰς ὀλίγας ναῦς ταῖς πολλαπλασίαις. ὁμοίως δὲ καὶ ἄλλα πολλὰ διαλεχθεὶς οἰκεῖα τῆς περιστάσεως, ἅπαντας ἔπεισεν αὐτῷ συμψήφους…
Diodorus Siculus, Library
-
…τὴν χώραν καὶ τὰς κατʼ αὐτὴν κτήσεις ἐλυμήνατο. μετὰ δὲ ταῦτα τὴν πόλιν περιτειχίσας ἤλπιζε τῇ σπάνει τῶν ἀναγκαίων καταπονήσειν τοὺς Πλαταιεῖς · οὐδὲν δʼ ἧττον καὶ μηχανὰς προσάγοντες καὶ διὰ τούτων σαλεύοντες τὰ τείχη καὶ προσβολὰς ἀδιαλείπτως ποιούμενοι διετέλουν…
Diodorus Siculus, Library
-
…μετὰ τὴν μάχην ἀμφισβητουμένην ἔχοντες τὴν νίκην, καὶ ταῖς ἀνδραγαθίαις ἐφάμιλλοι καθεστῶτες, ἔτι δὲ τῇ συνεχείᾳ τῶν κινδύνων καταπονούμενοι, διελύσαντο πρὸς ἀλλήλους. συνθέμενοι δὲ κοινὴν εἰρήνην καὶ συμμαχίαν, κατέταττον ἐν τῇ συμμαχίᾳ καὶ τοὺς Μεσσηνίους .…
Diodorus Siculus, Library
-
…πόλιν παρεγενήθησαν · φασὶ γὰρ παρὰ τοῖς Ῥηγίνοις κατʼ ἐκεῖνον τὸν καιρὸν πέντε μνῶν γενέσθαι τὸν μέδιμνον τοῦ σίτου. καταπονούμενοι δὲ τῇ σιτοδείᾳ τὸ μὲν πρῶτον τούς τε ἵππους καὶ τἄλλα ὑποζύγια κατέφαγον, μετὰ δὲ ταῦτα δέρματα καθέψοντες ἐσιτοῦντο…
Diodorus Siculus, Library
-
…ἦσαν μὲν οὐκ ἐλάττους τῶν δέκα μυριάδων, ὄπισθεν δʼ ἐπιτεταγμένοι τὴν ἡσυχίαν ἦγον, ὡς τῶν ἱππέων ἱκανῶν ὄντων καταπονῆσαι τοὺς Μακεδόνας. τῶν δʼ ἱππέων παρʼ ἀμφοτέροις προθύμως εἰς τὸν κίνδυνον συμπεσόντων τὸ μὲν εὐώνυμον μέρος ἐπέχοντες οἱ τῶν…
Diodorus Siculus, Library
-
…ἐπὶ δὲ τὴν φάλαγγα τῶν ἀντιτεταγμένων ἐπελάσαντες ἐφιλοτιμοῦντο παραλλάξαι τοὺς πεζούς. ἰσχυρᾶς δὲ μάχης γενομένης, καὶ τῶν Ἀθηναίων καταπονουμένων καὶ πρὸς φυγὴν ὁρμησάντων, ὁ τῶν Ἠλείων ἵππαρχος ἐπὶ τῆς οὐραγίας τεταγμένος ἐπεβοήθησε τοῖς φεύγουσι, καὶ πολλοὺς τῶν…
Diodorus Siculus, Library
-
…Ἀριστείδου γραφὴν τοῦ Διονύσου, ἐφʼ οὗ τινες εἰρῆσθαί φασι τὸ οὐδὲν πρὸς τὸν Διόνυσον, καὶ τὸν Ἡρακλέα τὸν καταπονούμενον τῷ τῆς Δηιανείρας χιτῶνι. τοῦτον μὲν οὖν οὐχ ἑωράκαμεν ἡμεῖς, τὸν δὲ Διόνυσον ἀνακείμενον ἐν τῷ Δημητρείῳ τῷ…
Strabo, Geography
-
…Σικανῶν δισμυρίων στρατιωτῶν. στήσας δὲ μηχανὰς τὸ τεῖχος κατὰ πλείονας τόπους ἐσάλευε, καὶ πολλῷ πλήθει διαγωνιζόμενος ἐκ διαδοχῆς κατεπόνει τοὺς πολιορκουμένους, ἅτε καὶ τῶν στρατιωτῶν ἐπηρμένων ταῖς εὐτυχίαις. ὑπώρυττε δὲ καὶ τὰ τείχη, καὶ ξύλοις ὑπήρειδεν…
Diodorus Siculus, Library
-
…ἐπιστρέψαντες καὶ πολὺν διαγωνισάμενοι χρόνον μόγις ἐξέωσαν τοὺς ἐντὸς τῆς τάφρου βιασαμένους. οἱ δὲ Ἰταλιῶται τῷ πλήθει τῶν βαρβάρων καταπονούμενοι κατὰ τὴν ἀναχώρησιν εἰς τὸ τοῦ χάρακος ἀπωξυμμένον ἐνέπιπτον, οὐκ ἔχοντες βοήθειαν · οἵ τε γὰρ Σικελιῶται διὰ τοῦ…
Diodorus Siculus, Library