παρέξ
παρέξ, outside, before
See παρέκ.
- Aas prep.,
- 1c. gen. loci, outside, before, παρὲκ λιμένος Od.; παρὲξ ὁδοῦ out of the road, Il.
- 2like χωρίς, besides, except, exclusive of, παρὲξ τοῦ ἀργύρου Hdt.
- IIc. acc. out by the side of, along side of, παρὲξ ἅλα Il.; παρὲξ τὴν νῆσον away from the island, Od.; παρὲξ δοῦρα out of the way of spears, Od.; παρὲκ νόον out of sense and reason, foolishly, Il.; παρὲξ Ἀχιλῆα without the knowledge of Achilles, Il.
- Bas adv.,
- 1of Place, out beside, στῆ δὲ παρέξ hard by, Il.; νῆχε παρέξ was swimming out along shore, Od.
- 2metaph. beside the mark, παρὲξ ἀγορεύειν Il.
- 3ἄλλα παρὲξ μεμνώμεθα let us talk of something else, Od.; παρὲξ ἢ ὅσον except so long as, Hdt.
-
…εἶναι ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν · ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει. μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ, μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ ἱέμενος φιλέειν…
Homer, Odyssey
-
…κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε. ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω, ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής, τῶν οὐδέν τοι ἐγὼ κρύψω…
Homer, Odyssey
-
…τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη. ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι, μέσσῳ δʼ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα, ἑζόμενος δʼ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι. Σκύλλην δʼ οὐκέτʼ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε…
Homer, Odyssey
-
…, οὔτʼ ἄρʼ ἐγὼν εὐαγγέλιον τόδε τίσω, οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται · ἀλλὰ ἕκηλος πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων μίμνησκʼ · ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος…
Homer, Odyssey
-
…ἐστί, ἐν δὲ δὴ καὶ τῷδε. βασιλέι τῷ μεγάλῳ ἐς τροφὴν αὐτοῦ τε καὶ τῆς στρατιῆς διαραίρηται, πάρεξ τοῦ φόρου, γῆ πᾶσα ὅσης ἄρχει · δυώδεκα ὦν μηνῶν ἐόντων ἐς τὸν ἐνιαυτὸν τοὺς τέσσερας μῆνας τρέφει μιν…
Herodotus, The Histories
-
…, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο · ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν. ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν. ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ. αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ…
Homer, Odyssey
-
…δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης · πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις, ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι. τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται .…
Homer, Iliad
-
…ποτῇσι τεληέντων οἰωνῶν · οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται, οὐδʼ ἀπατήσω. ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων, φήμʼ, ἁλίην ὁδὸν εἶσιν. ἐγὼ δέ κε…
NA, Homeric Hymns
-
…διὰ σταθμοῖο φόβηθεν. ἡ δʼ ἄρʼ ἐπʼ ὀφρύσι νεῦσε · νόησε δὲ δῖος Ὀδυσσεύς, ἐκ δʼ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς, στῆ δὲ πάροιθʼ αὐτῆς · τὸν δὲ προσέειπεν Ἀθήνη · διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ .…
Homer, Odyssey
-
…γʼ ἥρως ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ. Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, στῆ δὲ παρέξ · Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος. ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγʼ ὁμίλου χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν…
Homer, Iliad