πτερόεις
πτερόεις, feathered, winged
- feathered, winged, ὀϊστοί, ἰοί, Il. 5.171, 16.773; πέδιλα Hes. Sc. 220; αἰετός, Πάγασος, Pi. P. 2.50, I. 7(6).44; π. κόρα, of the Sphinx, S. OT 508 (lyr.); π. ἵππος, of Pegasus, E. Ion 202 (lyr.); ἵπποι π., of the horses of the Sun, Id. El. 466 (lyr.); κεραυνός Ar. Av. 576 (anap.); fluttering, λαισήϊα Il. 5.453, 12.426.
- II metaph., esp. in Ep., in phrase ἔπεα πτερόεντα winged words, Il. 1.201, al.; also π. ὕμνος Pi. I. 5(4).63; πτερόεντι τροχῷ Id. P. 2.22; φυγὰ πτερόεσσα E. Ion 1238 (lyr.); θυμός A.R. 4.23: applied by Call. to the τέττιξ, Aet. Oxy. 2079.32.
-εντος
[πτερόν.]
Feathered, winged.
Epithet of arrows Il. 4.117, Il. 5.171, Il. 16.773, Il. 20.68.
Of λαισήϊα, flutteringIl. 5.453=Il. 12.426.
Of words, fig., winged : ἔπεα πτερόεντα Il. 1.201, Il. 3.155, Il. 4.69, Il. 5.242, etc. : Od. 1.122, Od. 2.269, Od. 4.25, Od. 9.409, etc.
- a winged ὁ καρτερὸς ὁρμαίνων ἕλε Βελλεροφόντας ἵππον πτερόεντʼ O. 13.86 Ἰξίονα φαντὶ ταῦτα βροτοῖς λέγειν ἐν πτερόεντι τροχῷ παντᾷ κυλινδόμενον P. 2.22 πτερόεντʼ αἰετὸν P. 2.50 πτερόεις Πάγασος I. 7.44
- b feathered πτερόεντα δʼ ἵει γλυκὺν Πυθῶνάδʼ ὀιστόν O. 9.11
- c (= ποτανός) met., soaring καὶ πτερόεντα νέον σύμπεμψον ὕμνον I. 5.63
- d frag. πτε[ρ]οε[ fr. 1a. 7.
- 1feathered, winged, ὀϊστοί, ἰοί Il.; πέδιλα Hes., etc.
- 2feather-like, light, λαισήια Il.
- 3metaph., ἔπεα πτερόεντα winged words, Hom., Hes.; so, πτ. ὕμνος Pind.; also, φυγὴ πτερόεσσα Eur.
-
…ἐλέφαντος ἀμφιδεδίνηται · πολέος δέ οἱ ἄξιον ἔσται. ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα · χαῖρε, πάτερ ὦ ξεῖνε · ἔπος δʼ εἴ πέρ τι βέβακται δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι…
Homer, Odyssey
-
…ἔφατʼ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων · τούτους μὲν δὴ οἶδα · σὺ δὲ τρίτον ἄνδρʼ ὀνόμαζε, ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ…
Homer, Odyssey
-
…μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο, τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός · τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν · Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο οἷσιν ἐνὶ…
Homer, Odyssey
-
…τεύχεσι τοῖον, ἀμφὶ δʼ ἄρʼ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα. δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων · Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα, οὐκ ἂν δὴ τόνδʼ ἄνδρα…
Homer, Iliad
-
…ὡς ἐκέλευεν · στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας · αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα · οἵδε δὴ ἐγγὺς ἔασʼ · ἀλλʼ ὁπλιζώμεθα θᾶσσον. ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι…
Homer, Odyssey
-
…θεοῖσιν. οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα · λῦσον · ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις, τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν…
Homer, Odyssey
-
…δῆμον ἔχοντες. τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ, αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα · ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι…
Homer, Iliad
-
…μεσηγύ. αὐτὰρ ἐπεί ῥʼ ἵκανε θεῶν ἕδος, αἰπὺν Ὄλυμπον, αὐτίκʼ ἄρʼ Εἰλείθυιαν ἀπὸ μεγάροιο θύραζε ἐκπροκαλεσσαμένη ἔπεα πτερόεντα προσηύδα, πάντα μάλʼ, ὡς ἐπέτελλον Ὀλύμπια δώματʼ ἔχουσαι. τῇ δʼ ἄρα θυμὸν ἔπειθεν ἐνὶ στήθεσσι φίλοισι ·…
NA, Homeric Hymns
-
…πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός. καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα · ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο τί πτώσσεις, τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας ; οὐ μὲν Τυδέϊ…
Homer, Iliad
-
…. ἀλλʼ οὔποτʼ ἔγωγʼ ἄν, πρὶν ἴδοιμʼ ὀρθὸν ἔπος, μεμφομένων ἂν καταφαίην. φανερὰ γὰρ ἐπʼ αὐτῷ, πτερόεσσʼ ἦλθε κόρα ποτέ, καὶ σοφὸς ὤφθη βασάνῳ θʼ ἁδύπολις τῷ ἀπʼ ἐμᾶς φρενὸς οὔποτʼ ὀφλήσει κακίαν. ἄνδρες πολῖται…
Sophocles, Oedipus Tyrannus