χειμάρροος
χειμάρροος, winter-flowing, swollen by rain and melted snow; (n.) torrent; gutter
- winter-flowing, swollen by rain and melted snow, of mountain-streams,
- I joined with ποταμός, ὅν τε [the stone] ποταμὸς χειμάρροος ὤσῃ Il. 13.138; ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίονδε κάτεισιν χειμάρρους κατʼ ὄρεσφιν 11.493: freq. in contracted forms, ποταμῷ πλήθοντι ἐοικὼς χειμάρρῳ 5.88; ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες 4.452; χειμάρρῳ ποταμῷ ἴκελος Hdt. 3.81, cf. Thgn. 348; παρὰ ῥείθροισι χειμάρροις S. Ant. 712; φάραγγες ὕδατι χειμάρρῳ ῥέουσαι E. Tr. 449 (troch.); διὰ χειμάρρου νάπης Id. Ba. 1093; χαράδρα χ. Plb. 10.30.2.
- 2 πλεκτάνη χειμάρροος seems to be rushing, furious lightning A. Fr. 281.
- II Subst., torrent, Pl. Lg. 736b, X. HG 4.4.7; ὥσπερ χειμάρρους ἂν εἰς τὴν πόλιν εἰσέπεσε D. 18.153.
- 2 simply, river, LXX Nu. 34.5.
- 3 drain, gutter, οἱ ἐκ τῶν οἰκιῶν χ. D. 55.19.
- 4 valley, watercourse, LXX 4 Ki. 3.16. (Plur. accented χείμαρροι by Ptol.Ascal., χειμάρροι by Nicias, Eust. 496.37; later nom. χείμαρρος Paus. 9.33.7, 10.37.3, acc. χείμαρρον LXX l.c. cod. Alex., Ps. 123(124).4, Paus. 1.35.7.)
χειμάρρους
[χεῖμα + ῥέω.]
Flowing with winter force, in flood: ποταμός Il. 11.493, Il. 13.138.
- Iwinter-flowing, swollen by rain and melted snow, ποταμὸς χ. Il., Hdt.; παρὰ ῥείθροισι χειμάρροις Soph.; φάραγγες ὕδατι χειμάρρῳ ῥέουσαι Eur.
- IIas Subst. (without ποταμός) , a torrent, Xen., Dem.
- 2like χαράδρα II. 2, a conduit, Dem.
-
…ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα. ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης, τῶν δέ τε τηλόσε…
Homer, Iliad
-
…προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης, ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης · ὕψι δʼ ἀναθρῴσκων πέτεται, κτυπέει δέ θʼ ὑπʼ αὐτοῦ ὕλη ·…
Homer, Iliad
-
…κεἴ τις ᾖ σοφός, τὸ μανθάνειν πόλλʼ αἰσχρὸν οὐδὲν καὶ τὸ μὴ τείνειν ἄγαν. ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα δένδρων ὑπείκει, κλῶνας ὡς ἐκσῴζεται, τὰ δʼ ἀντιτείνοντʼ αὐτόπρεμνʼ ἀπόλλυται. αὕτως δὲ ναὸς ὅστις ἐγκρατῆ πόδα…
Sophocles, Antigone
-
…ἔπειτα δὲ Πάνδοκον οὖτα, οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην. ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίονδε κάτεισι χειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ, πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας ἐσφέρεται, πολλὸν δέ τʼ…
Homer, Iliad
-
…οὐκ ἂν γνοίης ποτέροισι μετείη ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετʼ Ἀχαιοῖς. θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς χειμάρρῳ, ὅς τʼ ὦκα ῥέων ἐκέδασσε γεφύρας · τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν, οὔτʼ ἄρα ἕρκεα…
Homer, Iliad
-
…ἐκλογήν τινα καθάρσεως δεῖ μηχανᾶσθαι πρὸς τὸ παρόν, οἷον δέ τινων συρρεόντων ἐκ πολλῶν τὰ μὲν πηγῶν τὰ δὲ χειμάρρων εἰς μίαν λίμνην, ἀναγκαῖον προσέχοντας τὸν νοῦν φυλάττειν ὅπως ὅτι καθαρώτατον ἔσται τὸ συρρέον ὕδωρ, τὰ μὲν ἐξαντλοῦντας…
Plato, Laws
-
…ἕτερʼ ἄττα τῶν χωρίων εἰσὶν ὁμολογούμεναι χαράδραι · καὶ ταύταις δέχονται μὲν οἱ πρῶτοι, καθάπερ τοὺς ἐκ τῶν οἰκιῶν χειμάρρους, παρὰ τούτων δʼ ἕτεροι παραλαμβάνουσιν ὡσαύτως · ταύτῃ δʼ οὔτε παραδίδωσιν οὐδεὶς οὔτε παρʼ ἐμοῦ παραλαμβάνει. πῶς ἂν…
Demosthenes, Speeches
-
…Ὑρκανὸς μὲν οὖν τὴν πόλιν ἑλὼν ἐνιαυτῷ πολιορκήσας οὐκ ἠρκέσθη μόνῳ τούτῳ, ἀλλὰ καὶ πᾶσαν αὐτὴν ἠφάνισεν ἐπίκλυστον τοῖς χειμάρροις ποιήσας · διασκάψας γὰρ αὐτὴν ὥστʼ εἰς χαράδρας μεταπεσεῖν τὰ σημεῖα τοῦ γενέσθαι ποτὲ πόλιν αὐτὴν ἀφείλετο. παράδοξον δέ…
Flavius Josephus, Antiquities of the Jews
-
…δημάρχους ἀναπηδώντων ἐπὶ τὰ ἔμβολα. ὧν Ὀκτάουιος πυθόμενος κατέβαινε διὰ τῆς Ἱερᾶς ὁδοῦ μετὰ πυκνοῦ πάνυ πλήθους καὶ οἷα χειμάρρους ἐς τὴν ἀγορὰν ἐμπεσὼν ὤσατο μὲν διὰ μέσων τῶν συνεστώτων καὶ διέστησεν αὐτούς · ὡς δὲ κατέπληξεν, ἐς τὸ…
Appian, The Civil Wars
-
…σου καὶ ὡς ἐγὼ βούλομαι μαχεσθῆναι. τίθησιν οὖν τὰ ὅπλα καὶ τὴν βακτηρίαν ἀράμενος καὶ πέντε λίθους ἐκ τοῦ χειμάρρου βαλὼν εἰς τὴν πήραν τὴν ποιμενικὴν καὶ σφενδόνην ἐν τῇ δεξιᾷ χειρὶ φέρων ἐπὶ τὸν Γολίαθον ἐπορεύετο. καταφρονεῖ δὲ…
Flavius Josephus, Antiquities of the Jews