ἄκοιτις
ἄκοιτις, a spouse, wife (LSJ sv ἀκοίτης)
compañera de lecho, esposa c. un matiz afectivo frente a ἄλοχος:
γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν
•Comp. de ἀ- < *sm̥- y la raíz de κεῖμαι. La falta de aspiración se debe probablemente a analogía c. ἄλοχος.
ἡ
[as ἀκοίτης.]
Acc. pl. ἀκοίτις Od. 10.7.
A wife, one’s wife Il. 3.138, 447, Il. 6.350, 374, Il. 9.397, 399, 450, Il. 14.268, 353, Il. 18.87, Il. 24.537: Od. 1.39, Od. 3.268, Od. 7.66, Od. 10.7, Od. 11.266, 452, Od. 13.42, Od. 18.144, Od. 21.316, 325, Od. 24.193, 459.
- 1wife Διὸς ἄκοιτιν ἐπειρᾶτο P. 2.34 (Ἡρακλέα) δεξάμενον θαλερὰν Ἥβαν ἄκοιτιν N. 1.71 ποντίαν χρυσαλακάτων τινὰ Νηρείδων πράξειν ἄκοιτιν (i. e. Θέτιν.) N. 5.36
- a spouse, wife, Hom., etc.
-
…θανάτῳ. φίλα μὲν ὅτʼ ἦν μεθʼ ἡμῶν, φίλα δὲ θανοῦσʼ ἔτʼ ἔσται, γενναιοτάταν δὲ πασᾶν ἐζεύξω κλισίαις ἄκοιτιν. μηδὲ νεκρῶν ὡς φθιμένων χῶμα νομιζέσθω τύμβος σᾶς ἀλόχου, θεοῖσι δʼ ὁμοίως τιμάσθω, σέβας ἐμπόρων. καί…
Euripides, Alcestis
-
…ἀγακλυτὸς ἀμφιγυήεις, ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατʼ ἄκοιτιν. χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην, κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν. τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων. ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός, ἲς Ἡρακλῆος ,…
Hesiod, Theogony
-
…οὔποθʼ οὗ λελήσεται. ἦ που στενάζει τοισίδʼ Ἄδμητος κακοῖς, ἐσθλῆς γυναικὸς εἰ στερηθῆναί σφε χρή ; κλαίει γʼ ἄκοιτιν ἐν χεροῖν φίλην ἔχων, καὶ μὴ προδοῦναι λίσσεται, τἀμήχανα ζητῶν · φθίνει γὰρ καὶ μαραίνεται νόσῳ. παρειμένη…
Euripides, Alcestis
-
…ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν, μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν · ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ…
Homer, Odyssey
-
…οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε. τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν, ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα · καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα ,…
Homer, Odyssey
-
…φίλος ὄψεται ἐλθών, καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν. ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις ὀφθαλμοῖσιν ἔασε · πάρος δέ με πέφνε καὶ αὐτόν. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο…
Homer, Odyssey
-
…ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου. γείνατο δʼ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης ἠγάγετʼ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν. ἣ δʼ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων Ζεὺς Κρονίδης τίμησε · πόρεν δέ οἱ ἀγλαὰ δῶρα ,…
Hesiod, Theogony
-
…μακρὰ πέπηγεν. αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο · τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις. ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων · αὐτίκα δʼ ἀργεννῇσι καλυψαμένη…
Homer, Iliad
-
…Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο ; ἀλλʼ ἴθʼ, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν. ὣς φάτο, χήρατο δʼ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα · ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ ,…
Homer, Iliad
-
…καλλισφύρου ἄλκιμος υἱός, ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους, παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου, αἰδοίην θέτʼ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι, ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα. ἠελίῳ…
Hesiod, Theogony