ἐχυρός
ἐχυρός, strong, secure
- = ὀχυρός, strong, secure, λιμήν, χωρία, Th. 4.8, X. Cyr. 2.4.13; ἀπὸ ἐχυροῦ ποθέν Th. 1.90; ἐν τῷ ἐχυρῷ εἶναι to be in safety, Id. 7.77; ἐν -ωτάτῳ ποιεῖσθαί τι X. Cyr. 1.6.26.
- 2 of arguments, etc., strong, λόγος Th. 3.83; ἐλπίς Id. 7.41; ἐχυρὰ παρέχεσθαι to give good reasons, Id. 1.32; τὴν τόλμαν . . -ωτέραν παρέχεσθαι Id. 2.62; -ωτέρα δύναμις Id. 1.42; τοῦτο ὁ φόβος ἐχυρὸν παρεῖχε Id. 3.12; ἀποδείξεις -ώταται Ph. 1.420.
- 3 of persons, ἐ. πρὸς τοὺς καλούς proof against, Plu. Sol. 1.
- II Adv. -ρῶς Th. 5.26: Comp. -ώτερον Id. 8.24. (ὀχυρός is v.l. in A. Pers. 78, 89 (lyr.), and is the usual form in Plb., exc. 2.30.6; but ἐχυρός is usual in Ph., as 1.257, al.)
1. stevig, sterk:
2. overdr. betrouwbaar, steekhoudend:
• Adv. ἐχυρῶς , Thuc. 5.26 ; ἐχυρώτερον, 8.24.
- Istrong, secure, of Places, Thuc., etc.; ἐν ἐχυρῷ εἶναι to be in safety, Thuc.; ἐν ἐχυρωτάτῳ ποιεῖσθαί τι Xen.
- 2of reasons, etc., trustworthy, Thuc.
- IIadv. -ρῶς, Thuc.; comp. -ώτερον, Thuc.
-
…τούτων μηδὲν σαφὲς καταστήσουσι, μὴ ὀργίζεσθαι ἢν ἀτυχῶσιν. Κερκυραῖοι δὲ μετὰ τῆς ξυμμαχίας τῆς αἰτήσεως καὶ ταῦτα πιστεύοντες ἐχυρὰ ὑμῖν παρέξεσθαι ἀπέστειλαν ἡμᾶς. τετύχηκε δὲ τὸ αὐτὸ ἐπιτήδευμα πρός τε ὑμᾶς ἐς τὴν χρείαν ἡμῖν ἄλογον καὶ ἐς…
Thucydides, The Peloponnesian War
-
…τῶν ἐναντίων προύχειν, ὃ ἡμῖν ὑπάρχει. καὶ τὴν τόλμαν ἀπὸ τῆς ὁμοίας τύχης ἡ ξύνεσις ἐκ τοῦ ὑπέρφρονος ἐχυρωτέραν παρέχεται, ἐλπίδι τε ἧσσον πιστεύει, ἧς ἐν τῷ ἀπόρῳ ἡ ἰσχύς, γνώμῃ δὲ ἀπὸ τῶν ὑπαρχόντων ,…
Thucydides, The Peloponnesian War
-
…ἀλλοτρίωσις, ἀλλὰ μάλιστα μέν, εἰ δύνασθε, μηδένα ἄλλον ἐᾶν κεκτῆσθαι ναῦς, εἰ δὲ μή, ὅστις ἐχυρώτατος, τοῦτον φίλον ἔχειν. καὶ ὅτῳ τάδε ξυμφέροντα μὲν δοκεῖ λέγεσθαι, φοβεῖται δὲ μὴ διʼ αὐτὰ πειθόμενος τὰς…
Thucydides, The Peloponnesian War
-
…πολυάνδρου δʼ Ἀσίας θούριος ἄρχων ἐπὶ πᾶσαν χθόνα ποιμα νόριον θεῖον ἐλαύνει διχόθεν, πεζονόμον τʼ ἔκ τε θαλάσσας, ἐχυροῖσι πεποιθὼς στυφελοῖς ἐφέταις, χρυ σογόνου γενεᾶς ἰσόθεος φώς. κυάνεον δʼ ὄμμασι λεύσσων φονίου δέργμα δράκοντος, πολύχειρ καὶ…
Aeschylus, Persians
-
…τοῖς πολεμίοις οὕτως ἀπέθανον, τοῖς δʼ ἐπὶ τῆς οἰκείας τὸν πρὸς Ῥωμαίους πόλεμον ἀραμένοις ἅπασι τε τῶν ἐλπίδα νίκης ἐχυρᾶς παρασχεῖν δυναμένων οὐχ ὑπῆρξε ; καὶ γὰρ ὅπλα καὶ τείχη καὶ φρουρίων δυσάλωτοι κατασκευαὶ καὶ φρόνημα πρὸς τοὺς ὑπὲρ τῆς…
Flavius Josephus, Jewish War
-
…, Σύριόν θʼ ἅρμα διώκων, ἐπάγει δουρικλύτοις ἀν δράσι τοξόδαμνον Ἄρη. δόκιμος δʼ οὔτις ὑποστὰς μεγάλῳ ῥεύματι φωτῶν ἐχυροῖς ἕρκεσιν εἴργειν ἄμαχον κῦμα θαλάσσας · ἀπρόσοιστος γὰρ ὁ Περσᾶν στρατὸς ἀλκίφρων τε λαός. θεόθεν γὰρ κατὰ Μοῖρʼ ἐκράτησεν…
Aeschylus, Persians
-
…μεῖζον ἔγκλημα λῦσαι, μηδʼ ὅτι ναυτικοῦ ξυμμαχίαν μεγάλην διδόασι, τούτῳ ἐφέλκεσθαι · τὸ γὰρ μὴ ἀδικεῖν τοὺς ὁμοίους ἐχυρωτέρα δύναμις ἢ τῷ αὐτίκα φανερῷ ἐπαρθέντας διὰ κινδύνων τὸ πλέον ἔχειν. ἡμεῖς δὲ περιπεπτωκότες οἷς ἐν τῇ Λακεδαίμονι αὐτοὶ…
Thucydides, The Peloponnesian War
-
…ᾖ τοῖς Ἀθηναίοις ἐφορμίσασθαι ἐς αὐτόν. ἡ γὰρ νῆσος ἡ Σφακτηρία καλουμένη τόν τε λιμένα παρατείνουσα καὶ ἐγγὺς ἐπικειμένη ἐχυρὸν ποιεῖ καὶ τοὺς ἔσπλους στενούς, τῇ μὲν δυοῖν νεοῖν διάπλουν κατὰ τὸ τείχισμα τῶν Ἀθηναίων καὶ τὴν Πύλον ,…
Thucydides, The Peloponnesian War
-
…ηὐδαιμόνησάν τε ἅμα καὶ ἐσωφρόνησαν, καὶ ὅσῳ ἐπεδίδου ἡ πόλις αὐτοῖς ἐπὶ τὸ μεῖζον, τόσῳ δὲ καὶ ἐκοσμοῦντο ἐχυρώτερον. καὶ οὐδʼ αὐτὴν τὴν ἀπόστασιν, εἰ τοῦτο δοκοῦσι παρὰ τὸ ἀσφαλέστερον πρᾶξαι, πρότερον ἐτόλμησαν ποιήσασθαι ἢ μετὰ…
Thucydides, The Peloponnesian War
-
…ἀπὸ ποίου ἂν τάχους οὔτε ὅποι ἄν τις φεύγων ἀποφύγοι οὔτʼ εἰς ποῖον ἂν σκότος ἀποδραίη οὔθʼ ὅπως ἂν εἰς ἐχυρὸν χωρίον ἀποσταίη. πάντῃ γὰρ πάντα τοῖς θεοῖς ὕποχα καὶ πάντων ἴσον οἱ θεοὶ κρατοῦσι. περὶ μὲν δὴ τῶν…
Xenophon, Anabasis