οἰμωγή
οἰμωγή, loud wailing, lamentation
- wailing, lamentation, κωκυτῷ καὶ οἰμωγῇ Il. 22.409; οἰ. τεστοναχῇ τε 24.696; ἅμʼ οἰ. τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν 4.450, quoted by Ar. Pax 1276; οἰμωγῇ διαχρέεσθαι Hdt. 3.66, cf. 8.99; οἰμωγὴ . . ὁμοῦ κωκύμασιν A. Pers. 426; πικρᾶς οἰ. S. Ph. 190 (lyr.); ἐξῴμωξεν οἰ. λυγράς Id. Aj. 317; στεναγμὸν οἰμωγήν θʼ ὁμοῦ E. Heracl. 833; οἰμωγῇ τε καὶ στόνῳ Th. 7.71; ἡ οἰ. ἐκ τοῦ Πειραιῶς διὰ τῶν μακρῶν τειχῶν εἰς ἄστυ διῆκεν X. HG 2.2.3; cf. τήκω.
-ῆς, ἡ
[οἰμώζω.]
A crying out in distress or pain, weeping, wailing Il. 4.450=Il. 8.64, Il. 22.409, 447, Il. 24.696 : Od. 20.353.
- loud wailing, lamentation, Il., Hdt., Trag., etc.
-
…ἄγειν οὐκέτι σωκῶ λύπης ἀντίρροπον ἄχθος. ὦ παῖ, παῖ δυστανοτάτας Ἠλέκτρα ματρός, τίνʼ ἀεὶ τάκεις ὧδʼ ἀκόρεστον οἰμωγὰν τὸν πάλαι ἐκ δολερᾶς ἀθεώτατα ματρὸς ἁλόντʼ ἀπάταις Ἀγαμέμνονα κακᾷ τε χειρὶ πρόδοτον ; ὡς ὁ τάδε πορὼν ὄλοιτʼ ,…
Sophocles, Electra
-
…ἀποπλεύσας εἰς Λάμψακον τὰς ναῦς ἐπεσκεύαζεν. ἐν δὲ ταῖς Ἀθήναις τῆς Παράλου ἀφικομένης νυκτὸς ἐλέγετο ἡ συμφορά, καὶ οἰμωγὴ ἐκ τοῦ Πειραιῶς διὰ τῶν μακρῶν τειχῶν εἰς ἄστυ διῆκεν, ὁ ἕτερος τῷ ἑτέρῳ παραγγέλλων · ὥστʼ ἐκείνης τῆς…
Xenophon, Hellenica
-
…κατὰ κράτος τοῖς πλουσίοις, καὶ ὑπὲρ αὐτοῦ Γράκχου, τοιαῦτα δεδιότος τε καὶ πάσχοντος ὑπὲρ αὐτῶν, σύν τε οἰμωγῇ προπεμπόντων αὐτὸν ἁπάντων ἐπὶ τὴν οἰκίαν ἑσπέρας καὶ θαρρεῖν ἐς τὴν ἐπιοῦσαν ἡμέραν ἐπικελευόντων, ἀναθαρρήσας ὁ Γράκχος ἔτι νυκτὸς…
Appian, The Civil Wars
-
…ἆ δειλοί, τί κακὸν τόδε πάσχετε ; νυκτὶ μὲν ὑμέων εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα. οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί, αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι · εἰδώλων δὲ πλέον πρόθυρον ,…
Homer, Odyssey
-
…νοστήσαντι νηπίη, οὐδʼ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη. κωκυτοῦ δʼ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου · τῆς δʼ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς · ἣ δʼ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα…
Homer, Iliad
-
…μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον, Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν, οἳ δʼ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος ἔγνω πρόσθʼ ἀνδρῶν καλλιζώνων τε γυναικῶν ,…
Homer, Iliad
-
…κώκυσεν δὲ μάλα μέγα παῖδʼ ἐσιδοῦσα · ᾤμωξεν δʼ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ κωκυτῷ τʼ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ. τῷ δὲ μάλιστʼ ἄρʼ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατʼ ἄκρης. λαοὶ…
Homer, Iliad
-
…ταῦτα ἀνηλωμένας ἢ τὴν γῆν παισὶν ἐμπροίκιον δεδομένην, δανεισταί τε χρέα καὶ ταύτης ἐπεδείκνυον, καὶ ἄκοσμος ἦν ὅλως οἰμωγὴ καὶ ἀγανάκτησις. οἱ δʼ αὖ πένητες ἀντωδύροντο ἐξ εὐπορίας ἐς πενίαν ἐσχάτην καὶ ἀπʼ αὐτῆς ἐς ἀγονίαν, οὐ…
Appian, The Civil Wars
-
…τῷ πράγματος κυροῖ ποτέ. κἀγώ, φίλοι, δείσασα τοὐξειργασμένον ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην. ὁ δʼ εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγράς, ἃς οὔποτʼ αὐτοῦ πρόσθεν εἰσήκουσʼ ἐγώ · πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους τοιούσδʼ ἀεί ποτʼ ἀνδρὸς…
Sophocles, Ajax
-
…ἔγχεα καὶ μένεʼ ἀνδρῶν χαλκεοθωρήκων · ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει. ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα. ὄφρα μὲν ἠὼς ἦν καὶ…
Homer, Iliad