οὐδέπω
οὐδέπω, οὐδέπω / οὔπω, not yet (adverb)
-
…Μεσσαπίου φύλαξι σημαίνει μολόν. οἱ δʼ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί. σθένουσα λαμπὰς δʼ οὐδέπω μαυρουμένη, ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός. φάος…
Aeschylus, Agamemnon
-
…, δαιμόνων θʼ ἱδρύματα πρόρριζα φύρδην ἐξανέστραπται βάθρων. τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν κρηνὶς ἀπέσβηκʼ ἀλλʼ ἔτʼ ἐκπιδύεται. τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴς πρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο · θῖνες…
Aeschylus, Persians
-
…ἴσως σοι φαίνομαι λέγειν τάδε · τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται. σὺ δʼ οὐδέπω ταπεινὸς οὐδʼ εἴκεις κακοῖς, πρὸς τοῖς παροῦσι δʼ ἄλλα προσλαβεῖν θέλεις. οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ πρὸς κέντρα κῶλον…
Aeschylus, Prometheus Bound
-
…ἕδραν. ἀλλʼ ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς, ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα βωμοῖσι τοῖς σοῖς · οἱ μὲν οὐδέπω μακρὰν πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς, ἱερῆς, ἐγὼ μὲν Ζηνός, οἵδε τʼ ᾐθέων λεκτοί…
Sophocles, Oedipus Tyrannus
-
…κλύων κακῶν τήνδʼ ἐβούλευσεν κέλευθον καὶ στράτευμʼ ἐφʼ Ἑλλάδα. τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον μέγιστον, ἀείμνηστον, οἷον οὐδέπω τόδʼ ἄστυ Σούσων ἐξεκείνωσεν πεσόν, ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδʼ ὤπασεν, ἕνʼ ἄνδρʼ ἁπάσης Ἀσίδος μηλοτρόφου ταγεῖν…
Aeschylus, Persians
-
…τὸ κάλλιστον ἅμα δʼ ὠφελιμώτατον ἐπιτήδευμα τῆς τύχης. πολλὰ γὰρ αὕτη καινοποιοῦσα καὶ συνεχῶς ἐναγωνιζομένη τοῖς τῶν ἀνθρώπων βίοις οὐδέπω τοιόνδʼ ἁπλῶς οὔτʼ εἰργάσατʼ ἔργον οὔτʼ ἠγωνίσατʼ ἀγώνισμα, οἷον τὸ καθʼ ἡμᾶς. ὅπερ ἐκ μὲν τῶν κατὰ μέρος…
Polybius, Histories
-
…ἐπιδεδήμηκεν, ἀφʼ οὗ δʼ ἐγὼ Σωκράτει συνδιατρίβω καὶ ἐπιμελὲς πεποίημαι ἑκάστης ἡμέρας εἰδέναι ὅτι ἂν λέγῃ ἢ πράττῃ, οὐδέπω τρία ἔτη ἐστίν ; πρὸ τοῦ δὲ περιτρέχων ὅπῃ τύχοιμι καὶ οἰόμενος τὶ ποιεῖν ἀθλιώτερος ἦ ὁτουοῦν, οὐχ ἧττον…
Plato, Symposium
-
…οὐκ οἶσθα τίνες παλαιοτάτοις νόμοις χρῶνται τῶν Ἑλλήνων ; ἆρα Λακεδαιμονίους λέγεις καὶ Λυκοῦργον τὸν νομοθέτην ; ἀλλὰ ταῦτά γε οὐδέπω ἴσως ἔτη τριακόσια ἢ ὀλίγῳ τούτων πλείω. ἀλλὰ τούτων τῶν νομίμων τὰ βέλτιστα πόθεν ἥκει ; οἶσθα ; φασί…
Plato, Minos
-
…ἔοικεν, ὦ Μενέξενε, ἐάντε φιλῇ ἐάντε καὶ μισῇ · οἷον καὶ τὰ νεωστὶ γεγονότα παιδία, τὰ μὲν οὐδέπω φιλοῦντα, τὰ δὲ καὶ μισοῦντα, ὅταν κολάζηται ὑπὸ τῆς μητρὸς ἢ ὑπὸ τοῦ πατρός, ὅμως καὶ μισοῦντα…
Plato, Lysis
-
…φαίνομαι δύο καθορᾶν εἴδη τῆς μιμητικῆς · τὴν δὲ ζητουμένην ἰδέαν, ἐν ὁποτέρῳ ποθʼ ἡμῖν οὖσα τυγχάνει, καταμαθεῖν οὐδέπω μοι δοκῶ νῦν δυνατὸς εἶναι. σὺ δʼ ἀλλʼ εἰπὲ πρῶτον καὶ δίελε ἡμῖν τίνε τὼ δύο λέγεις. μίαν…
Plato, Sophist