ὀλιγωρία
ὀλιγωρία, an esteeming lightly, slighting, contempt
- an esteeming lightly, contempt, ὑπό τε ὕβριος καὶ -ίης Hdt. 1.106, cf. 6.137; ἐν ὀλιγωρίᾳ ποιεῖσθαι, = ὀλιγωρεῖν, Th. 4.5; ἐς ὀλιγωρίαν τραπέσθαι τινός Id. 2.52; ὀ. πρός τι D. 54.39; περί τινος Plb. 11.9.2, cf. Arist. Rh. 1378b10; εἴς τι Id. Pol. 1315a18: in pl., Isoc. 7.51.
- 2 neglect of duty, negligence, Decret. ap. D. 18.74; διακεχυμέναι πρὸς -ίαν διατριβαί Eun. Hist. p.257 D.
- 1an esteeming lightly, slighting, contempt, Hdt., Thuc., etc.
- 2negligence, ap. Dem.
-
…νεκρῶν πλέα ἦν, αὐτοῦ ἐναποθνῃσκόντων · ὑπερβιαζομένου γὰρ τοῦ κακοῦ οἱ ἄνθρωποι, οὐκ ἔχοντες ὅτι γένωνται, ἐς ὀλιγωρίαν ἐτράποντο καὶ ἱερῶν καὶ ὁσίων ὁμοίως. νόμοι τε πάντες ξυνεταράχθησαν οἷς ἐχρῶντο πρότερον περὶ τὰς ταφάς, ἔθαπτον δὲ…
Thucydides, The Peloponnesian War
-
…μέν νυν ὀκτὼ καὶ εἴκοσι ἔτεα ἦρχον τῆς Ἀσίης οἱ Σκύθαι, καὶ τὰ πάντα σφι ὑπό τε ὕβριος καὶ ὀλιγωρίης ἀνάστατα ἦν · χωρὶς μὲν γὰρ φόρον ἔπρησσον παρʼ ἑκάστων τὸν ἑκάστοισι ἐπέβαλλον, χωρὶς δὲ τοῦ φόρου ἥρπαζον περιελαύνοντες…
Herodotus, The Histories
-
…τιμωρεῖσθαι τῇ διανοίᾳ · ἡ οὖν τότε γινομένη φαντασία ἡδονὴν ἐμποιεῖ, ὥσπερ ἡ τῶν ἐνυπνίων. ἐπεὶ δὲ ἡ ὀλιγωρία ἐστὶν ἐνέργεια δόξης περὶ τὸ μηδενὸς ἄξιον φαινόμενον καὶ γὰρ τὰ κακὰ καὶ τἀγαθὰ ἄξια οἰόμεθα σπουδῆς εἶναι, καὶ…
Aristotle, Rhetoric
-
…μηδὲ βραδεῖαν γίνεσθαι, εἰ μὴ παραυτίκα καὶ εἰ μὴ πρίν τινος πειραθῆναι δυσκόλου πάρεστιν, ἡγουμένους δὲ οὐ κατὰ ὀλιγωρίαν μέλλειν τὸν θεόν, ἀλλʼ ἐπὶ πείρᾳ τῆς ἀνδρείας αὐτῶν καὶ τῆς περὶ τὴν ἐλευθερίαν ἡδονῆς, ἵνα μάθοι πότερόν…
Flavius Josephus, Antiquities of the Jews
-
…ἱερὸν τῶν Καβείρων τάχα μέν που καὶ χρημάτων μεγάλων ἐλπίδι, τὸ πλέον δὲ ἐμοὶ δοκεῖν τῇ ἐς τὸ θεῖον ὀλιγωρίᾳ, τούτοις παραφρονῆσαί τε συνέπεσεν αὐτίκα καὶ ἀπώλοντο ἐς θάλασσάν τε καὶ ἀπὸ τῶν κρημνῶν ἑαυτοὺς ῥίπτοντες. Ἀλεξάνδρου δέ…
Pausanias, Description of Greece
-
…τῶν πατρίων ἔχουσαν, ἀλλʼ Ἔρωτα κεραυνοφόρον, ἅπερ ὁρῶντες οἱ μὲν ἔνδοξοι μετὰ τοῦ βδελύττεσθαι καὶ δυσχεραίνειν ἐφοβοῦντο τὴν ὀλιγωρίαν αὐτοῦ καὶ παρανομίαν, ὡς τυραννικὰ καὶ ἀλλόκοτα, τοῦ δὲ δήμου τὸ πάθος τὸ πρὸς αὐτὸν οὐ κακῶς ἐξηγούμενος…
Plutarch, Alcibiades
-
…ναῦς, ἐρριφὸς τὰ ὅπλα παναίσχρως, ἅμα δʼ ἀνελπίστως ἐποιήσατο τὸν ἀπόπλουν. Αἰγειρᾶται μὲν οὖν, διὰ τὴν ὀλιγωρίαν ἀποβαλόντες τὴν πατρίδα, διὰ τὴν εὐψυχίαν καὶ γενναιότητα πάλιν ἔσωσαν παραδόξως. Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Εὐριπίδας ,…
Polybius, Histories
-
…Ῥωμαίους αὖθις ἐπανέπλεον. οἱ δὲ περὶ τὸν Λεύκιον ἄλλο μὲν οὐδὲν ὑφεωρῶντο δεινόν, νομίσαντες δὲ τοὺς παραπέμποντας διʼ ὀλιγωρίαν αὐτοὺς προαπολιπεῖν ἐπὶ ποσὸν ἐδυσχέραινον. ἅμα δὲ τῷ μονωθέντας αὐτοὺς πλεῖν ἐπανάγονται τρισὶ τριήρεσιν ἐξ ὑποβολῆς οἱ Καρχηδόνιοι ,…
Polybius, Histories
-
…τῶν πολιτειῶν, καὶ παραβάλλοντας τἀκεῖ καθεστῶτα τοῖς ἐνθάδε, καὶ μάλιστα τὴν σωφροσύνην καὶ πειθαρχίαν πρὸς τὰς παρʼ ἡμῖν ὀλιγωρίας, ἐκ τούτων ἐγκωμιάσειν τὴν Σπάρτην. ἢν δὴ τοιοῦτον ἐπιχειρῶσί τι ποιεῖν, προσήκει τοὺς εὖ φρονοῦντας ληρεῖν νομίζειν…
Isocrates, Speeches
-
…ὁμοῦ τι πᾶσι διατριβὴν ἀεὶ σκωπτόμενος ἐν τοῖς θεάτροις παρεῖχεν. ἄτρεπτος δὲ πρὸς τὸ κακῶς ἀκούειν καὶ ἀπαθὴς ὢν ὀλιγωρίᾳ δόξης, ἣν ἀναισχυντίαν καὶ ἀπόνοιαν οὖσαν εὐτολμίαν ἔνιοι καὶ ἀνδρείαν καλοῦσιν, οὐδενὶ μὲν ἤρεσκεν, ἐχρῆτο δʼ αὐτῷ…
Plutarch, Alcibiades