μόναρχος
μόναρχος, one who rules alone, a monarch, sovereign; adj. monarchic
- monarch, sole ruler, first in Thgn. 52 (in Ion. form, as Hdt. 3.82, 5.46), cf. Sol. 9.3, etc.; τραχὺς μ. A. Pr. 326; μονάρχους καταλύειν Th. 1.122; δῆμος, ἅτε μ. ὤν as sole ruler, Arist. Pol. 1292a15; γῆς τῆσδε μ. Ar. Eq. 1330.
- 2 princelet, dynast, OGI 54.16 (Adule, iii B. C.): generally, leader, general, E. Rh. 31 (lyr.).
- 3 = Lat. dictator, Plu. Cam. 18.
- II title of magistrate at Cos, SIG 1012.13, etc.
- b name of month at Cos, dub. in BMus.Inscr. 339.
- III as Adj., σκᾶπτον μ. the royal sceptre, Pi. P. 4.152.
- a sole ruler μ]όναρχον Κικόνων (supp. Lobel: i. e. Diomedes) fr. 169. 10.
- b adj., of monarchy “σκᾶπτον μόναρχον καὶ θρόνος” P. 4.152
te invoco como los helenos: señor, monarca de todas las cosas
- Ione who rules alone, a monarch, sovereign, Theogn., Aesch., etc.
- 2as adj., σκᾶπτον μ. the sovereign sceptre, Pind.
- IIfor the Roman Dictator, Plut.
-
…πρὸς τοῖς παροῦσι δʼ ἄλλα προσλαβεῖν θέλεις. οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι τραχὺς μόναρχος οὐδʼ ὑπεύθυνος κρατεῖ. καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι ἐὰν δύνωμαι τῶνδέ σʼ ἐκλῦσαι πόνων. σὺ δʼ…
Aeschylus, Prometheus Bound
-
…ἀπῆν, μέχρι τῶνδε τῶν στασιάρχων εἷς ἔτει πεντηκοστῷ μάλιστα ἀπὸ Γράκχου, Κορνήλιος Σύλλας, κακῷ τὸ κακὸν ἰώμενος μόναρχον αὑτὸν ἀπέφηνεν ἐπὶ πλεῖστον · οὓς δικτάτορας ἐκάλουν τε καὶ ἐπὶ ταῖς φοβερωτάταις χρείαις ἑξαμήνους τιθέμενοι ἐκ πολλοῦ διελελοίπεσαν .…
Appian, The Civil Wars
-
…τε γέγονε, φαμέν, καὶ βασιλεὺς καὶ ὀλιγαρχία καὶ ἀριστοκρατία καὶ δημοκρατία, δυσχερανάντων τῶν ἀνθρώπων τὸν ἕνα ἐκεῖνον μόναρχον, καὶ ἀπιστησάντων μηδένα τῆς τοιαύτης ἀρχῆς ἄξιον ἂν γενέσθαι ποτέ, ὥστε ἐθέλειν καὶ δυνατὸν εἶναι μετʼ ἀρετῆς καὶ…
Plato, Statesman
-
…εἰς ἔχθραν ἐλθεῖν ἑώρων γὰρ καὶ τότε καὶ νῦν ὁρῶ τὰς μεγάλας οὐσίας καὶ ὑπερόγκους τῶν τε ἰδιωτῶν καὶ τῶν μονάρχων σχεδόν, ὅσῳπερ ἂν μείζους ὦσιν, τοσούτῳ πλείους καὶ μείζους τοὺς διαβάλλοντας καὶ πρὸς ἡδονὴν μετὰ αἰσχρᾶς βλάβης ὁμιλοῦντας…
Plato, Letters
-
…βρώματος οὔτʼ ἔργου, ἀλλὰ τυραννικῶς ἐν αὐτῷ ὁ Ἔρως ἐν πάσῃ ἀναρχίᾳ καὶ ἀνομίᾳ ζῶν, ἅτε αὐτὸς ὢν μόναρχος, τὸν ἔχοντά τε αὐτὸν ὥσπερ πόλιν ἄξει ἐπὶ πᾶσαν τόλμαν, ὅθεν αὑτόν τε καὶ τὸν περὶ αὑτὸν θόρυβον…
Plato, Republic
-
…οἱ βέλτιστοι τῶν πολιτῶν εἰσιν ἐν προεδρίᾳ · ὅπου δʼ οἱ νόμοι μή εἰσι κύριοι, ἐνταῦθα γίνονται δημαγωγοί. μόναρχος γὰρ ὁ δῆμος γίνεται, σύνθετος εἷς ἐκ πολλῶν · οἱ γὰρ πολλοὶ κύριοί εἰσιν οὐχ ὡς ἕκαστος ἀλλὰ πάντες…
Aristotle, Politics
-
…Ἐπιστέλλεις ἐμὶν ἐκστρατείαν ἐπὶ ἐκδάμως, ὡς αὐτός κα ἐξέρποις · ἐγὼν δὲ δοκέω καὶ τὰ οἰκῇα σφαλερὰ ἦμεν ἀνδρὶ μονάρχῳ, καὶ τῆνον τυράννων εὐδαιμονίζω ὅστις κα οἴκοι ἐξ αὐτὸς αὑτῶ κατθάνῃ. Κεφ. δʼ. ΠΙΤΤΑΚΟΣ Πιττακὸς Ὑρραδίου…
Diogenes Laertius, Lives of Eminent Philosophers
-
…ὥσπερ κἂν ἄλλης τινὸς γενομένης πράξεως περιττῆς καὶ διʼ ἣν ὀνομαστοὶ γίγνονται καὶ γνώριμοι τοῖς ἄλλοις, οὕτω καὶ τοῖς μονάρχοις ἐγχειροῦσιν, οὐ κτήσασθαι βουλόμενοι μοναρχίαν ἀλλὰ δόξαν. οὐ μὴν ἀλλʼ ἐλάχιστοί γε τὸν ἀριθμόν εἰσιν οἱ διὰ ταύτην…
Aristotle, Politics
-
…τοῦ χρόνον ἐσφάλλοντο καὶ τοῖς ὅλοις ἔπταιον ἐνίοτε, ποτὲ μὲν ὑπὲρ πραγμάτων διαφερόμενοι, ποτὲ δὲ παρασπονδούμενοι διὰ τῶν μονάρχων · κατὰ δὲ τοὺς νῦν λεγομένους καιροὺς ἠτύχησαν ἀτυχίαν ὁμολογουμένην διὰ τὴν τῶν προεστώτων ἀβουλίαν καὶ διὰ τὴν ἰδίαν ἄγνοιαν…
Polybius, Histories
-
…δή σφι οὗτος σύμμαχος. ἐπείτε δὲ αὐτοῖσι καὶ ὁ Ἱπποκράτης σὺν τῇ στρατιῇ ἧκε βοηθέων, Σκύθην μὲν τὸν μούναρχον τῶν Ζαγκλαίων ὡς ἀποβαλόντα τὴν πόλιν ὁ Ἱπποκράτης πεδήσας καὶ τὸν ἀδελφεὸν αὐτοῦ Πυθογένεα ἐς Ἴνυκα πόλιν ἀπέπεμψε, τοὺς…
Herodotus, The Histories