ποθεν
ποθεν, ποθεν, from some place
- enclit, adv. from some place or other, εἴ ποθεν Il.; εἰ καί π. ἄλλοθεν ἔλθοι Od.
-
…οὔτε συνῄδει κακὸν οὐδὲν ὃ ἐγὼ δεδιὼς μή τις πύθηται ἐπεθύμουν αὐτὸν ἀπολέσαι, οὔτε εἰ ταῦτα διαπραξαίμην, ἤλπιζόν ποθεν χρήματα λήψεσθαι · ἔνιοι γὰρ τοιούτων πραγμάτων ἕνεκα θάνατον ἀλλήλοις ἐπιβουλεύουσι. τοσούτου τοίνυν δεῖ ἢ λοιδορία ἢ παροινία ἢ…
Lysias, Speeches
-
…αὐλὰς ποίας ἔνεδρος ναίει καὶ χῶρον τίνʼ ἔχει. τὸ γάρ μοι μαθεῖν οὐκ ἀποκαίριον, μὴ προσπεσών με λάθῃ ποθέν · τίς τόπος ἢ τίς ἕδρα ; τίνʼ ἔχει στίβον, ἔναυλον ἢ θυραῖον ; οἶκον μὲν ὁρᾷς τόνδʼ ἀμφίθυρον…
Sophocles, Philoctetes
-
…δʼ ἔσω κίε, μηδέ τι θυμῷ τάρβει · θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι. δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν · Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων τῶν…
Homer, Odyssey
-
…κε μυθησαίμην, ἦ αὐτὸς κεύθω ; φάσθαι δέ με θυμὸς ἀνώγει. ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι ; ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ ; εἴπαθʼ ὅπως ὑμέας…
Homer, Odyssey
-
…ὁ τιθεὶς τὸν νόμον ; καθῆσθαι κελεύει τοὺς φυλέτας βοηθοῦντας τοῖς νόμοις καὶ τῇ δημοκρατίᾳ, ὡς εἰ μὴ βοήθειάν ποθεν μεταπεμψόμεθα ἐπὶ τοὺς οὕτω βεβιωκότας, οὐδὲ βουλεύεσθαι δυνησομένους ἡμᾶς περὶ τῶν σπουδαιοτάτων πραγμάτων. ἔστι δʼ οὐδὲν ὄφελος ,…
Aeschines, Speeches
-
…τε Θυέστου · δεύτερον ἀνδρὸς βασίλεια πάθη · λουτροδάικτος δʼ ὤλετʼ Ἀχαιῶν πολέμαρχος ἀνήρ · νῦν δʼ αὖ τρίτος ἦλθέ ποθεν σωτήρ, ἢ μόρον εἴπω ; ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξει μετακοιμισθὲν μένος ἄτης ;…
Aeschylus, Libation Bearers
-
…πεπνυμένος ἀντίον ηὔδα · Εὐρύμαχʼ, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο · οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι, οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται. ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος…
Homer, Odyssey
-
…προσέφη πολύμητις Ὀδυσσεύς · Εὐρύμαχʼ, οὐδʼ εἴ μοι πατρώϊα πάντʼ ἀποδοῖτε, ὅσσα τε νῦν ὔμμʼ ἐστὶ καὶ εἴ ποθεν ἄλλʼ ἐπιθεῖτε, οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι. νῦν ὑμῖν παράκειται…
Homer, Odyssey
-
…ἐκ πυκινῆς · ὃ δέ τʼ ἄχνυται ὕστερος ἐλθών, πολλὰ δέ τʼ ἄγκεʼ ἐπῆλθε μετʼ ἀνέρος ἴχνιʼ ἐρευνῶν εἴ ποθεν ἐξεύροι · μάλα γὰρ δριμὺς χόλος αἱρεῖ · ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν · ὢ πόποι ἦ ῥʼ ἅλιον…
Homer, Iliad
-
…πρῶτος ἴδε Τηλέμαχος θεοειδής, ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ, ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη, τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι. τὰ φρονέων…
Homer, Odyssey