σεβαστός
σεβαστός, reverenced, august
- venerable, reverend, august, πρᾶγμα D.H. 2.75; θεοί, prob. of deified Emperors, IG 7.2233 (Thisbe), cf. SIG 820.6 (Ephesus, i A.D.).
- II = Lat. Augustus, Str. 3.3.8, 12.8.16, Act.Ap. 25.21, Paus. 3.11.4, Hdn. 2.10.9, etc.; Καίσαρος Σ. θεοῦ Luc. Macr. 21, cf. 17; ἐπὶ τοῦ πρώτου Σ. in the time of the first Emperor, Id. Laps. 18; κατὰ τὸν Σ. μάλιστα Id. Salt. 34, etc.; fem. Σεβαστή, = Augusta, Wilcken Chr. 14 ii 7 (i A.D.), etc., cf. Σεβαστιάς; joined with Αὔγουστος, -ούστη, CIG 3770 (Nicomedia).
- 2 name of month, Augustus, in Egyptian calendars, = Thoth, Yale Classical Studies 2.242; in Phrygia and elsewhere, IGRom. 4.536, etc.
- 3 σεβαστή, ἡ (sc. ἡμέρα), the Emperorʼs day, the day on which his birthday or accession day was celebrated every month, OGI 658 (Egypt, i B.C.), POxy. 288.32 (i A.D.), PMich.Teb. 123r iv 30 (i A.D.), etc.
- 4 Σεβαστά, τά, = Σεβαστεῖα II, CIG 2810 b. 13 (p.1112) (Aphrodisias), cf. IG 3.129, 14.748, SIG 1065.5 (Cos, i A.D.).
- reverenced, august: used to render the imperial name Augustus, Strab., NTest.
-
…χρονιωτάτη τε ἦν ἐς τότε καὶ δυνατωτάτη μετὰ Ἀλέξανδρον ἀρχὴ καὶ μόνη Ῥωμαίοις ἔλειπεν ἐς τὰ νῦν ὄντα, ὥστε Σεβαστὸς εὐθὺς ἐπὶ τοῖς ἔργοις, ἔτι περιών, ὅδε πρῶτος ὀφθῆναί τε Ῥωμαίοις καὶ κληθῆναι πρὸς αὐτῶν, αὐτός τε…
Appian, The Civil Wars
-
…Ἀντώνιος βασιλεῦσιν · εἶθʼ ὁ τύραννος Στράτων κακῶς αὐτὴν διέθηκεν · εἶτʼ ἠλευθερώθη πάλιν μετὰ τὰ Ἀκτιακὰ ὑπὸ Καίσαρος τοῦ Σεβαστοῦ, καὶ νῦν εὖ συνέστηκεν. ἔχει δὲ τήν τε ἄλλην χώραν καλὴν καὶ τὴν Θεμίσκυραν τὸ τῶν Ἀμαζόνων οἰκητήριον…
Strabo, Geography
-
…τῶν Ἰουδαίων ἔθνος ὑπὸ τῆς ἀμύνης προφάσει συναθροισθὲν εἰς ἀπόνοιαν χωρῇ. ἵνα δὲ γνωριμώτερον ᾖ, τί καὶ ὁ Σεβαστὸς περὶ ὅλου τοῦ πράγματος ἐφρόνησε, τὰ ἐν Ἀλεξανδρείᾳ αὐτοῦ διατάγματα προτεθέντα προσέθηκα, ἅπερ εἰ καὶ γνώριμα πᾶσιν εἶναι…
Flavius Josephus, Antiquities of the Jews
-
…δὲ διαδεξάμενοι τὴν ἀρχὴν εἰς πλείω μέρη διέστησαν. καὶ δὴ καὶ νῦν, ἡνίκα ἔπεμψεν ἐπʼ αὐτοὺς στρατείαν ὁ Σεβαστὸς Καῖσαρ, εἰς πέντε μερίδας, τότε δὲ εἰς τέτταρας διεστῶτες ἐτύγχανον · οἱ μὲν οὖν τοιοῦτοι μερισμοὶ πρόσκαιροι καὶ…
Strabo, Geography
-
…τὸν Σικελικὸν πόλεμον τὸν πρὸς Καρχηδονίους, καὶ μετὰ ταῦτα Πομπήιος ὁ Σέξτος ἐνταῦθα συνεῖχε τὸ ναυτικὸν πολεμῶν πρὸς τὸν Σεβαστὸν Καίσαρα · ἐντεῦθεν δὲ καὶ τὴν φυγὴν ἐποιήσατο ἐκπεσὼν ἐκ τῆς νήσου. δείκνυται δὲ καὶ ἡ Χάρυβδις μικρὸν πρὸ…
Strabo, Geography
-
…τὴν τῶν ἐννόμων παράβασιν, τοῖς ἀποστᾶσι τῶν Δωριτῶν σὺν ὀργῇ ταῦτʼ ἔγραψεν · Πούπλιος Πετρώνιος πρεσβευτὴς Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Δωριέων τοῖς πρώτοις λέγει. ἐπειδὴ τοσαύτῃ τόλμῃ ἀπονοίας τινὲς ἐχρήσαντο ἐξ ὑμῶν, ὥστε μηδὲ διὰ τὸ προτεθῆναι…
Flavius Josephus, Antiquities of the Jews
-
…χρόνον τινὰ ἐν τῇ πατρίδι, εἶτʼ ἐμπεσὼν εἰς τὴν Μουρήνα φιλίαν ἐκείνῳ συνεάλω φεύγων φωραθείσης τῆς κατὰ Καίσαρος τοῦ Σεβαστοῦ συσταθείσης ἐπιβουλῆς · ἀναίτιος δὲ φανεὶς ἀφείθη ὑπὸ Καίσαρος. ὡς δʼ ἐπανιόντα εἰς Ῥώμην ἠσπάζοντο καὶ ἐπυνθάνοντο οἱ πρῶτοι…
Strabo, Geography
-
…ὁμοίως τοῖς ὑπὸ τοῦ Σεβαστοῦ καὶ Ἀγρίππα δοθεῖσιν τὴν ἐμὴν γνώμην βεβαιώσω. ὑμᾶς οὖν βούλομαι εἰδέναι ἐν τοῖς τοῦ Σεβαστοῦ καὶ Ἀγρίππα βουλήμασιν συνεπιτρέπειν αὐτοῖς χρῆσθαι καὶ ποιεῖν κατὰ τὰ πάτρια χωρὶς ἐμποδισμοῦ. Ταῦτα μὲν οὖν παρεθέμην ἐξ ἀνάγκης…
Flavius Josephus, Antiquities of the Jews
-
…ἀρίστων · ὧν τρία Μύρωνος ἔργα κολοσσικὰ ἱδρυμένα ἐπὶ μιᾶς βάσεως, ἃ ἦρε μὲν Ἀντώνιος ἀνέθηκε δὲ πάλιν ὁ Σεβαστὸς Καῖσαρ εἰς τὴν αὐτὴν βάσιν τὰ δύο, τὴν Ἀθηνᾶν καὶ τὸν Ἡρακλέα, τὸν δὲ Δία εἰς τὸ Καπετώλιον…
Strabo, Geography
-
…τοῖς ἰδίοις ἔθεσι χρῆσθαι, ἔτι μέντοι γε καὶ συμπολιτεύεσθαι τοῖς Ἕλλησιν κεκελευκότος · τοὺς μὲν παρὰ τὸ διάταγμα τοῦ Σεβαστοῦ τοιαῦτα τετολμηκότας, ἐφʼ ᾧ καὶ αὐτοὶ ἠγανάκτησαν οἱ δοκοῦντες αὐτῶν ἐξέχειν οὐ τῇ ἰδίᾳ προαιρέσει γεγενῆσθαι λέγοντες ἀλλὰ τῇ…
Flavius Josephus, Antiquities of the Jews