ἐπιγίγνομαι
ἐπιγίγνομαι, to be born after, come into being after
- I of Time, to be born after, come into being after, ἔαρος δʼ ἐπιγίγνεται ὥρῃ (sc. φύλλα, nisi leg. ὥρη) Il. 6.148; of persons, Hdt. 7.2; οἱ ἐπιγινόμενοι ἄνθρωποι posterity, Id. 9.85; οἱ ἐπιγενόμενοι τούτῳ σοφισταί who came after him, Id. 2.49; ἀνάγκη τὰ -όμενα κρατεῖν the new must prevail over the old, Th. 1.71, cf. Pl. R. 574a; ἀντὶ τῶν ἀποθανόντων ἕτεροι . . [ἐπιγενήσονται] X. Cyr. 6.1.12, cf. Th. 6.26; τῇ ἐπιγιγνομένῃ ἡμέρᾳ the following, the next . ., Id. 3.75; τοῦ ἐπιγιγνομένου θέρους Id. 4.52; χρόνου ἐπιγενομένου as time went on, Hdt. 1.28, cf. Th. 1.126 (v.l.); χρόνος . . παρὰ λόγον ἐπιγιγνόμενος Id. 4.26; τὰ ἐπὶ τούτῳ ἐπιγενόμενα that happened after . ., Hdt. 8.37.
- 2 follow, of a fleet, Th. 3.77.
- II of things, come at the end, come as fulfilment, c. dat., βουλαῖς οὐκ ἐπέγεντο τέλος Thgn. 640; τὸ τέλος, ἡ τελευτὴ ἐ. τινί, Hdt. 3.65, 7.157; esp. of sudden changes of weather and the like, supervene, καί σφι . . ἅμα τῇ βροντῇ σεισμὸν ἐπιγενέσθαι Id. 5.85; πλέουσι αὐτοῖσι χειμὼν . . ἐπεγίνετο Id. 8.13, cf. Th. 4.3; ἐ. σφι τέρεα Hdt. 8.37; νὺξ ἐ. ib. 70; νὺξ ἐ. τῷ ἔργῳ Th. 4.25; ἄνεμος ἐπεγένετο τῇ φλογί seconded the flame, Id. 3.74: abs., τοσαύτη ἡ ξυμφορὰ ἐπεγεγένητο Id. 8.96, cf. 1.16; ἐπιγενομένου νότου Act.Ap. 28.13; τὴν ἐπιγινομένην ἡδονὴν . .τοῖς ἔργοις the supervening pleasure, Arist. EN 1104b4; μέμψις καὶ μετάνοια ἐ. πράξεσι Plu. Tim. 36.
- 2 come in after, ἐπὶ τῇ ναυμαχίῃ ἐ. Ἱστιαῖος Hdt. 6.27, cf. Ar. Eq. 136; come upon, assault, attack, τινί Th. 3.30, 4.93; ἀφυλάκτοις καὶ ἐξαίφνης ἐ. Id. 7.32, cf. 3.108; of disease, ἀρρωστία ἐ. D. 36.7: freq. in Hp. of additional symptoms, supervene, Aph. 5.2, Art. 69, al.
- 3 befall, come to pass, Th. 5.20.
- 4 fall to one, become due, μισθώσεις ἐ. D. 36.9; τὰ ἐπιγινόμενα the accruing interest, Arist. Pol. 1280a30, cf. IG 1(2).236, al., BGU 8 ii 4 (iii A.D.), etc.
- 5 to be incident to, δόξῃ ἐ. ψεῦδός τε καὶ ἀληθές Pl. Phlb. 37b.
- 6 to be added, πρός τι Arist. Cael. 297a32.
1. erna geboren worden, later ontstaan:
2. erbij komen, bij … komen:
3. naderen, overvallen,
[ἐπι- 7.]
To succeed, come on in due succession: [ἀλλὰ φύλλα] ἔαρος ἐπιγίγνεται ὥρῃ Il. 6.148.
(V.l. ἔαρος ἐπιγίγνεται ὥρη.)
- Iof Time, to be born after, come into being after, ἔαρος δʼ ἐπιγίγνεται ὥρῃ other [leaves] come on in spring time, Il.; οἱ ἐπιγιγνόμενοι ἄνθρωποι posterity, Hdt.; οἱ ἐπιγενόμενοι τούτῳ σοφισταί who came after him, Hdt.; τῇ ἐπιγενομένῃ ἡμέρᾳ the following day, Thuc.; χρόνου ἐπιγιγνομένου as time went on, Hdt., Thuc.
- IIof events, to come upon, be incident to, Lat. supervenire, χειμών, νὺξ ἐπεγένετο Hdt.; ἄνεμος ἐπεγένετο τῇ φλογί seconded the flame, Thuc.; τὰ ἐπιγιγνόμενα each in succession, Thuc.
- 2to come in after, ἐπὶ τῇ ναυμαχίῃ Hdt.: to come upon, assault, attack, τινι Thuc.
- 3to befall, come to pass, Thuc.
-
…ὥστε καλὰ μὲν πολλὰ τοῖς προτέροις περὶ αὐτῶν εἰρῆσθαι, πολλὰ δὲ καὶ ἐκείνοις παραλελεῖφθαι, ἱκανὰ δὲ καὶ τοῖς ἐπιγιγνομένοις ἐξεῖναι εἰπεῖν · οὔτε γὰρ γῆς ἄπειροι οὔτε θαλάττης οὐδεμιᾶς, πανταχῇ δὲ καὶ παρὰ πᾶσιν ἀνθρώποις οἱ τὰ αὑτῶν…
Lysias, Speeches
-
…χρὴ καὶ ἄλλων παίδων ἐλπίδι, οἷς ἔτι ἡλικία τέκνωσιν ποιεῖσθαι · ἰδίᾳ τε γὰρ τῶν οὐκ ὄντων λήθη οἱ ἐπιγιγνόμενοί τισιν ἔσονται, καὶ τῇ πόλει διχόθεν, ἔκ τε τοῦ μὴ ἐρημοῦσθαι καὶ ἀσφαλείᾳ, ξυνοίσει · οὐ γὰρ…
Thucydides, The Peloponnesian War
-
…πλεῖστα δὲ σώματα καὶ πόνους ἀνηλωκέναι πολέμῳ, καὶ δύναμιν μεγίστην δὴ μέχρι τοῦδε κεκτημένην, ἧς ἐς ἀΐδιον τοῖς ἐπιγιγνομένοις, ἢν καὶ νῦν ὑπενδῶμέν ποτε πάντα γὰρ πέφυκε καὶ ἐλασσοῦσθαι, μνήμη καταλελείψεται, Ἑλλήνων τε ὅτι Ἕλληνες πλείστων…
Thucydides, The Peloponnesian War
-
…, οἱ δὲ κατὰ πύλας ἐρήμους γυναικὸς δούσης πέλεκυν λαθόντες καὶ διακόψαντες τὸν μοχλὸν ἐξῆλθον οὐ πολλοί αἴσθησις γὰρ ταχεῖα ἐπεγένετο, ἄλλοι δὲ ἄλλῃ τῆς πόλεως σποράδες ἀπώλλυντο. τὸ δὲ πλεῖστον καὶ ὅσον μάλιστα ἦν ξυνεστραμμένον ἐσπίπτουσιν ἐς οἴκημα…
Thucydides, The Peloponnesian War
-
…ἀπὸ τῶν οἰκιῶν κραυγῇ τε καὶ ὀλολυγῇ χρωμένων λίθοις τε καὶ κεράμῳ βαλλόντων, καὶ ὑετοῦ ἅμα διὰ νυκτὸς πολλοῦ ἐπιγενομένου, ἐφοβήθησαν καὶ τραπόμενοι ἔφευγον διὰ τῆς πόλεως, ἄπειροι μὲν ὄντες οἱ πλείους ἐν σκότῳ καὶ πηλῷ τῶν διόδων…
Thucydides, The Peloponnesian War
-
…θυγατρός, καὶ βασιλεύσαντι ἐξ Ἀτόσσης τῆς Κύρου ἕτεροι τέσσερες. τῶν μὲν δὴ προτέρων ἐπρέσβευε Ἀρτοβαζάνης, τῶν δὲ ἐπιγενομένων Ξέρξης. ἐόντες δὲ μητρὸς οὐ τῆς αὐτῆς ἐστασίαζον, ὁ μὲν Ἀρτοβαζάνης κατότι πρεσβύτατός τε εἴη παντὸς τοῦ γόνου…
Herodotus, The Histories
-
…καί τινων αὐτῷ ἐξαγγειλάντων ὅτι οἱ Ἀθηναῖοι εἶεν, ἀνήγετο περὶ μέσας νύκτας, ὡς ἐξαπιναίως προσπέσοι · ὕδωρ δʼ ἐπιγενόμενον πολὺ καὶ βρονταὶ διεκώλυσαν τὴν ἀναγωγήν. ἐπεὶ δὲ ἀνέσχεν, ἅμα τῇ ἡμέρᾳ ἔπλει ἐπὶ τὰς Ἀργινούσας. οἱ…
Xenophon, Hellenica
-
…καὶ ἀνδρῶν. φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη · ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει. εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ…
Homer, Iliad
-
…τραύματα δὲ λαβόντες ἀπῆλθον. βουλομένων δὲ τῶν τριάκοντα ἀποτειχίζειν, ὅπως ἐκπολιορκήσειαν αὐτοὺς ἀποκλείσαντες τὰς ἐφόδους τῶν ἐπιτηδείων, ἐπιγίγνεται τῆς νυκτὸς χιὼν παμπλήθης καὶ τῇ ὑστεραίᾳ. οἱ δὲ νιφόμενοι ἀπῆλθον εἰς τὸ ἄστυ, μάλα συχνοὺς τῶν σκευοφόρων…
Xenophon, Hellenica
-
…ἅμα ἐν τῷ τοιῷδε τὴν τιμὴν ταύτην τῆς μνήμης δίδοσθαι. τὴν γὰρ χώραν οἱ αὐτοὶ αἰεὶ οἰκοῦντες διαδοχῇ τῶν ἐπιγιγνομένων μέχρι τοῦδε ἐλευθέραν διʼ ἀρετὴν παρέδοσαν. καὶ ἐκεῖνοί τε ἄξιοι ἐπαίνου καὶ ἔτι μᾶλλον οἱ πατέρες ἡμῶν · κτησάμενοι…
Thucydides, The Peloponnesian War